Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.30.7 Polyb. 15.31.4 (English) >>Polyb. 15.31.11

15.31.1

Ἤδη δὲ τῆς ἡμέρας ὑποφαινούσης ἦν μὲν ἄκριτος κραυγή, μάλιστα δʼ ἐξ αὐτῆς ἐξέλαμψε τὸ καλεῖν τὸν βασιλέα. 15.31.2 τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες ἐξαναστάντες κατελάβοντο τὸν χρηματιστικὸν πυλῶνα τῶν βασιλείων· 15.31.3 μετὰ δέ τινα χρόνον ἐπιγνόντες ποῦ τῆς αὐλῆς ἦν βασιλεύς, περιελθόντες τὰς μὲν πρώτας τῆς πρώτης σύριγγος ἐξέβαλον θύρας, ἐγγίσαντες δὲ τῆς δευτέρας ᾐτοῦντο τὸν παῖδα μετὰ κραυγῆς. 15.31.4 οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα, βλέποντες ἤδη τὰ καθʼ αὑτούς, ἐδέοντο τῶν σωματοφυλάκων πρεσβεῦσαι περὶ αὑτῶν πρὸς τοὺς Μακεδόνας, δηλοῦντας ὅτι τῆς ἐπιτροπείας ἐκχωροῦσι καὶ τῆς ἄλλης ἐξουσίας καὶ τῶν τιμῶν, ἔτι δὲ τῶν χορηγίων ὧν ἔχουσι πάντων, 15.31.5 αὐτὸ δὲ τὸ πνευμάτιον δέονται συγχωρηθῆναι σφίσι μετὰ τῆς ἀναγκαίας τροφῆς, ἵνα χωρήσαντες εἰς τὴν ἐξ ἀρχῆς διάθεσιν μηδὲ βουληθέντες ἔτι δύνωνται λυπεῖν μηδένα. 15.31.6 τῶν μὲν οὖν ἄλλων σωματοφυλάκων οὐδεὶς ὑπήκουσεν, Ἀριστομένης δὲ μόνος ὑπέστη τὴν χρείαν ταύτην μετά τινα χρόνον ἐπὶ τῶν πραγμάτων γενόμενος. δʼ ἀνὴρ οὗτος τὸ μὲν γένος ἦν Ἀκαρνάν, 15.31.7 καθʼ ὅσον δὲ προβαίνων κατὰ τὴν ἡλικίαν, γενόμενος κύριος τῶν ὅλων πραγμάτων, κάλλιστα καὶ σεμνότατα δοκεῖ προστῆναι τοῦ τε βασιλέως καὶ τῆς βασιλείας, κατὰ τοσοῦτον κεκολακευκέναι τὴν Ἀγαθοκλέους εὐκαιρίαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.30.7 Polyb. 15.31.4 (English) >>Polyb. 15.31.11

Powered by PhiloLogic