Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.31.12 Polyb. 15.32.6 (English) >>Polyb. 15.33.3

15.32.3 ἅμα δὲ τῷ φανῆναι μεγάλης κραυγῆς καὶ κρότου γενηθέντος, ἐπιστήσαντες τὸν ἵππον καθεῖλον τὸν παῖδα, καὶ προαγαγόντες ἐκάθισαν εἰς τὴν βασιλικὴν θέαν. 15.32.4 περὶ δὲ τοὺς ὄχλους ἐγένετό τις ἅμα χαρὰ καὶ λύπη· τὰ μὲν γὰρ ἦσαν περιχαρεῖς ἐπὶ τῷ κεκομίσθαι τὸν παῖδα, τὰ δὲ πάλιν δυσηρέστουν τῷ μὴ συνειλῆφθαι τοὺς αἰτίους μηδὲ τυγχάνειν τῆς ἁρμοζούσης τιμωρίας. 15.32.5 διὸ καὶ συνεχῶς ἐβόων, ἄγειν κελεύοντες καὶ παραδειγματίζειν τοὺς πάντων τῶν κακῶν αἰτίους. 15.32.6 ἤδη δὲ τῆς ἡμέρας προβαινούσης, καὶ τοῦ πλήθους ἐπʼ οὐδένα δυναμένου πέρας ἀπερείσασθαι τὴν ὁρμήν, Σωσίβιος, ὃς ἦν μὲν υἱὸς Σωσιβίου, τότε δὲ σωματοφύλαξ ὑπάρχων μάλιστα τὸν νοῦν προσεῖχε τῷ τε βασιλεῖ καὶ τοῖς πράγμασι, 15.32.7 θεωρῶν τήν τε τοῦ πλήθους ὁρμὴν ἀμετάθετον οὖσαν καὶ τὸ παιδίον δυσχρηστούμενον διά τε τὴν τῶν παρεστώτων ἀσυνήθειαν καὶ διὰ τὴν περὶ τὸν ὄχλον ταραχήν, ἐπύθετο τοῦ βασιλέως εἰ παραδώσει τοῖς πολλοῖς τοὺς εἰς αὐτὸν τὴν μητέρα τι πεπλημμεληκότας. 15.32.8 τοῦ δὲ κατανεύσαντος, τῶν μὲν σωματοφυλάκων τισὶν εἶπε δηλῶσαι τὴν τοῦ βασιλέως γνώμην, τὸ δὲ παιδίον ἀναστήσας ἀπῆγε πρὸς τὴν θεραπείαν εἰς τὴν ἰδίαν οἰκίαν, σύνεγγυς οὖσαν. 15.32.9 τῶν δὲ διασαφούντων τὰ παρὰ τοῦ βασιλέως, κατερρήγνυτο πᾶς τόπος ὑπὸ τοῦ κρότου καὶ τῆς κραυγῆς.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.31.12 Polyb. 15.32.6 (English) >>Polyb. 15.33.3

Powered by PhiloLogic