Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.32.1 Polyb. 15.32.8 (English) >>Polyb. 15.33.6

15.32.6 ἤδη δὲ τῆς ἡμέρας προβαινούσης, καὶ τοῦ πλήθους ἐπʼ οὐδένα δυναμένου πέρας ἀπερείσασθαι τὴν ὁρμήν, Σωσίβιος, ὃς ἦν μὲν υἱὸς Σωσιβίου, τότε δὲ σωματοφύλαξ ὑπάρχων μάλιστα τὸν νοῦν προσεῖχε τῷ τε βασιλεῖ καὶ τοῖς πράγμασι, 15.32.7 θεωρῶν τήν τε τοῦ πλήθους ὁρμὴν ἀμετάθετον οὖσαν καὶ τὸ παιδίον δυσχρηστούμενον διά τε τὴν τῶν παρεστώτων ἀσυνήθειαν καὶ διὰ τὴν περὶ τὸν ὄχλον ταραχήν, ἐπύθετο τοῦ βασιλέως εἰ παραδώσει τοῖς πολλοῖς τοὺς εἰς αὐτὸν τὴν μητέρα τι πεπλημμεληκότας. 15.32.8 τοῦ δὲ κατανεύσαντος, τῶν μὲν σωματοφυλάκων τισὶν εἶπε δηλῶσαι τὴν τοῦ βασιλέως γνώμην, τὸ δὲ παιδίον ἀναστήσας ἀπῆγε πρὸς τὴν θεραπείαν εἰς τὴν ἰδίαν οἰκίαν, σύνεγγυς οὖσαν. 15.32.9 τῶν δὲ διασαφούντων τὰ παρὰ τοῦ βασιλέως, κατερρήγνυτο πᾶς τόπος ὑπὸ τοῦ κρότου καὶ τῆς κραυγῆς. 15.32.10 οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἐν τούτῳ τῷ καιρῷ διεχωρίσθησαν ἀλλήλων εἰς τὰς ἰδίας καταλύσεις. ταχὺ δὲ τῶν στρατιωτῶν τινες, 15.32.11 οἱ μὲν ἐθελοντήν, οἱ δʼ ὑπὸ τοῦ πλήθους ἐξωθούμενοι, παρώρμησαν ἐπὶ τὸ ζητεῖν τοὺς προειρημένους.

15.33.1

Τοῦ δὲ ποιεῖν αἷμα καὶ φόνους ἐγένετό τις ἐκ ταὐτομάτου καταρχὴ τοιαύτη. 15.33.2 τῶν γὰρ Ἀγαθοκλέους ὑπηρετῶν καὶ κολάκων τις ὄνομα Φίλων ἐξῆλθε κραιπαλῶν εἰς τὸ στάδιον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.32.1 Polyb. 15.32.8 (English) >>Polyb. 15.33.6

Powered by PhiloLogic