Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.32.5 Polyb. 15.33.2 (English) >>Polyb. 15.33.10

15.32.9 τῶν δὲ διασαφούντων τὰ παρὰ τοῦ βασιλέως, κατερρήγνυτο πᾶς τόπος ὑπὸ τοῦ κρότου καὶ τῆς κραυγῆς. 15.32.10 οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἐν τούτῳ τῷ καιρῷ διεχωρίσθησαν ἀλλήλων εἰς τὰς ἰδίας καταλύσεις. ταχὺ δὲ τῶν στρατιωτῶν τινες, 15.32.11 οἱ μὲν ἐθελοντήν, οἱ δʼ ὑπὸ τοῦ πλήθους ἐξωθούμενοι, παρώρμησαν ἐπὶ τὸ ζητεῖν τοὺς προειρημένους.

15.33.1

Τοῦ δὲ ποιεῖν αἷμα καὶ φόνους ἐγένετό τις ἐκ ταὐτομάτου καταρχὴ τοιαύτη. 15.33.2 τῶν γὰρ Ἀγαθοκλέους ὑπηρετῶν καὶ κολάκων τις ὄνομα Φίλων ἐξῆλθε κραιπαλῶν εἰς τὸ στάδιον. 15.33.3 οὗτος θεωρῶν τὴν ὁρμὴν τῶν ὄχλων εἶπε πρὸς τοὺς παρεστῶτας ὅτι πάλιν αὐτοῖς, καθάπερ καὶ πρῴην, ἐὰν Ἀγαθοκλῆς ἐξέλθῃ, μεταμελήσει. 15.33.4 τῶν δʼ ἀκουσάντων οἱ μὲν ἀπελοιδόρουν αὐτόν, οἱ δὲ προώθουν. ἐπιβαλομένου δʼ ἀμύνεσθαι ταχέως οἱ μὲν τὴν χλαμύδα περιέρρηξαν, οἱ δὲ τὰς λόγχας προσερείσαντες ἐξεκέντησαν. 15.33.5 ἅμα δὲ τῷ τοῦτον εἰς τὸ μέσον ἑλκυσθῆναι μεθʼ ὕβρεως ἔτι σπαίροντα, καὶ γεύσασθαι τὰ πλήθη φόνου, πάντες ἐκαραδόκουν τὴν τῶν ἄλλων παρουσίαν. 15.33.6 μετʼ οὐ πολὺ δὲ παρῆν ἀγόμενος πρῶτος Ἀγαθοκλῆς δέσμιος· ὃν εὐθέως εἰσιόντα προσδραμόντες τινὲς ἄφνω συνεκέντησαν, ἔργον ποιοῦντες οὐκ ἐχθρῶν, ἀλλʼ εὐνοούντων· αἴτιοι γὰρ ἐγένοντο τοῦ μὴ τυχεῖν αὐτὸν τῆς ἁρμοζούσης καταστροφῆς· μετὰ δὲ τοῦτον ἤχθη Νίκων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.32.5 Polyb. 15.33.2 (English) >>Polyb. 15.33.10

Powered by PhiloLogic