Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.35.7 Polyb. 15.36.7 (English) >>Polyb. 15.37.2

15.36.4 ζηλοῦν μὲν γὰρ τίς ἂν βουληθείη τὰς παραλόγους περιπετείας; οὐδὲ μὴν θεώμενος οὐδʼ ἀκούων ἥδεται συνεχῶς οὐδεὶς τῶν παρὰ φύσιν γενομένων πραγμάτων καὶ παρὰ τὴν κοινὴν ἔννοιαν τῶν ἀνθρώπων. 15.36.5 ἀλλʼ εἰσάπαξ μὲν καὶ πρῶτον σπουδάζομεν μὲν ἰδεῖν, δʼ ἀκοῦσαι, χάριν τοῦ γνῶναι τὸ μὴ δοκοῦν δυνατὸν εἶναι διότι δυνατόν ἐστιν· 15.36.6 ὅταν δὲ πιστεύωμεν, οὐδεὶς τοῖς παρὰ φύσιν ἐγχρονίζων εὐδοκεῖ· τῷ δʼ αὐτῷ πλεονάκις ἐγκυρεῖν οὐδʼ ὅλως ἂν βουληθείη. 15.36.7 διόπερ ζηλωτὸν εἶναι δεῖ τὸ λεγόμενον τερπνόν· δὲ τῆς ἐκτὸς τούτων συμφορᾶς πλεονασμὸς οἰκειότερόν ἐστι τραγῳδίας ἤπερ ἱστορίας. 15.36.8 ἀλλʼ ἴσως ἀναγκαῖόν ἐστι συγγνώμην ἔχειν τοῖς μὴ συνεφιστάνουσι μήτʼ ἐπὶ τὰ τῆς φύσεως μήτʼ ἐπὶ τὰ καθόλου κατὰ τῆς οἰκουμένης πράγματα· 15.36.9 δοκεῖ γὰρ αὐτοῖς ταῦτʼ εἶναι μέγιστα καὶ θαυμαστότατα τῶν προγεγονότων οἷς ἂν αὐτοὶ παρατυχόντες ἐγκυρήσωσιν πυθόμενοι παρά τινων πρὸς αὐτὰ ταῦτα προσέχωσι τὸν νοῦν. 15.36.10 διὸ καὶ λανθάνουσι πλείω τοῦ καθήκοντος διατιθέμενοι λόγον ὑπὲρ τῶν μήτε καινῶν ὄντων διὰ τὸ καὶ ἑτέροις πρότερον εἰρῆσθαι μήτʼ ὠφελεῖν μήτε τέρπειν δυναμένων. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω. 15.36.11

IV. Res Asiae 15.37.1

Ὅτι Ἀντίοχος βασιλεὺς ἐδόκει κατὰ μὲν τὰς ἀρχὰς γεγονέναι μεγαλεπίβολος καὶ τολμηρὸς καὶ τοῦ προτεθέντος ἐξεργαστικός,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.35.7 Polyb. 15.36.7 (English) >>Polyb. 15.37.2

Powered by PhiloLogic