Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.3.6 Polyb. 15.4.6 (English) >>Polyb. 15.5.1

15.4.4 γὰρ Μασαννάσας ἅμα τῷ γενέσθαι τὰς συνθήκας, καθάπερ εἴρηται πρότερον, εὐθέως ἀφώρμησε μετὰ τῆς ἰδίας δυνάμεως, προσλαβὼν δέκα σημαίας Ῥωμαϊκὰς ἱππέων καὶ πεζῶν καὶ πρεσβευτὰς παρὰ τοῦ στρατηγοῦ, χάριν τοῦ μὴ μόνον τὴν πατρῴαν ἀρχὴν ἀπολαβεῖν, ἀλλὰ καὶ τὴν τοῦ Σόφακος προσκατακτήσασθαι διὰ τῆς Ῥωμαίων ἐπικουρίας· καὶ συνέβη γενέσθαι. 15.4.5

Συνέτυχε δὲ καὶ τοὺς ἐκ Ῥώμης πρεσβευτὰς περὶ τοὺς αὐτοὺς καιροὺς εἰς τὸν ναυτικὸν χάρακα τὸν τῶν Ῥωμαίων καταπλεῦσαι. 15.4.6 τοὺς μὲν οὖν παρʼ αὑτῶν Βαίβιος παραχρῆμα πρὸς τὸν Πόπλιον ἐξέπεμψε, τοὺς δὲ τῶν Καρχηδονίων παρακατεῖχε, τά τε λοιπὰ δυσθύμως διακειμένους καὶ νομίζοντας ἐν τοῖς μεγίστοις εἶναι κινδύνοις· 15.4.7 πυθόμενοι γὰρ τὴν γεγενημένην ἐκ τῶν Καρχηδονίων ἀσέβειαν πρὸς τοὺς τῶν Ῥωμαίων πρέσβεις, πρόδηλον ἐδόκουν εἶναι σφίσι τὴν ἐκ τούτων τιμωρίαν. 15.4.8 δὲ Πόπλιος, διακούσας τῶν παραγεγονότων ὅτι προθύμως τε σύγκλητος τε δῆμος ἀποδέξαιντο τὰς γενομένας διʼ αὑτοῦ συνθήκας πρὸς τοὺς Καρχηδονίους καὶ διότι πρὸς πᾶν τὸ παρακαλούμενον ἑτοίμως ἔχοιεν, ἐπὶ μὲν τούτοις ἔχαιρε μεγάλως, 15.4.9 τοὺς δὲ τῶν Καρχηδονίων προσέταξε τῷ Βαιβίῳ μετὰ πάσης φιλανθρωπίας ἀποπέμπειν εἰς τὴν οἰκείαν, πάνυ καλῶς βουλευσάμενος, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ φρονίμως.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.3.6 Polyb. 15.4.6 (English) >>Polyb. 15.5.1

Powered by PhiloLogic