Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.4.1 Polyb. 15.4.8 (English) >>Polyb. 15.5.3

15.4.5

Συνέτυχε δὲ καὶ τοὺς ἐκ Ῥώμης πρεσβευτὰς περὶ τοὺς αὐτοὺς καιροὺς εἰς τὸν ναυτικὸν χάρακα τὸν τῶν Ῥωμαίων καταπλεῦσαι. 15.4.6 τοὺς μὲν οὖν παρʼ αὑτῶν Βαίβιος παραχρῆμα πρὸς τὸν Πόπλιον ἐξέπεμψε, τοὺς δὲ τῶν Καρχηδονίων παρακατεῖχε, τά τε λοιπὰ δυσθύμως διακειμένους καὶ νομίζοντας ἐν τοῖς μεγίστοις εἶναι κινδύνοις· 15.4.7 πυθόμενοι γὰρ τὴν γεγενημένην ἐκ τῶν Καρχηδονίων ἀσέβειαν πρὸς τοὺς τῶν Ῥωμαίων πρέσβεις, πρόδηλον ἐδόκουν εἶναι σφίσι τὴν ἐκ τούτων τιμωρίαν. 15.4.8 δὲ Πόπλιος, διακούσας τῶν παραγεγονότων ὅτι προθύμως τε σύγκλητος τε δῆμος ἀποδέξαιντο τὰς γενομένας διʼ αὑτοῦ συνθήκας πρὸς τοὺς Καρχηδονίους καὶ διότι πρὸς πᾶν τὸ παρακαλούμενον ἑτοίμως ἔχοιεν, ἐπὶ μὲν τούτοις ἔχαιρε μεγάλως, 15.4.9 τοὺς δὲ τῶν Καρχηδονίων προσέταξε τῷ Βαιβίῳ μετὰ πάσης φιλανθρωπίας ἀποπέμπειν εἰς τὴν οἰκείαν, πάνυ καλῶς βουλευσάμενος, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ φρονίμως. 15.4.10 θεωρῶν γὰρ τὴν σφετέραν πατρίδα περὶ πλείστου ποιουμένην τὴν περὶ τοὺς πρεσβευτὰς πίστιν, ἐσκοπεῖτο παρʼ αὑτῷ συλλογιζόμενος οὐχ οὕτως τί δέον παθεῖν Καρχηδονίους, ὡς τί δέον ἦν πρᾶξαι Ῥωμαίους. 15.4.11 διὸ παρακατασχὼν τὸν ἴδιον θυμὸν καὶ τὴν ἐπὶ τοῖς γεγονόσι πικρίαν, ἐπειράθη διαφυλάξαι, κατὰ τὴν παροιμίαν πατέρων εὖ κείμενα ἔργα.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.4.1 Polyb. 15.4.8 (English) >>Polyb. 15.5.3

Powered by PhiloLogic