Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.5.1 Polyb. 15.5.10 (English) >>Polyb. 15.6.4

15.5.6 γενομένου δὲ τούτου προσεπύθετο τῶν ἀνθρώπων εἰ πάντα φιλοτίμως αὐτοῖς ὑποδέδειχεν συσταθείς· τῶν δὲ φησάντων, 15.5.7 δοὺς ἐφόδια καὶ παραπομπὴν ἐξαπέστειλε προστάξας ἐπιμελῶς Ἀννίβᾳ διασαφεῖν περὶ τῶν ἀπηντημένων αὐτοῖς. 15.5.8 ὧν παραγενηθέντων θαυμάσας Ἀννίβας τὴν μεγαλοψυχίαν καὶ τόλμαν τἀνδρὸς οὐκ οἶδʼ ὅπως εἰς ὁρμὴν ἔπεσε τοῦ βούλεσθαι συνελθεῖν εἰς λόγους τῷ Ποπλίῳ. 15.5.9 κρίνας δὲ τοῦτο διεπέμψατο κήρυκα, φάσκων βούλεσθαι κοινολογηθῆναι πρὸς αὐτὸν ὑπὲρ τῶν ὅλων. 15.5.10 δὲ Πόπλιος ἀκούσας ταῦτα τοῦ κήρυκος συγκατετίθετο τοῖς παρακαλουμένοις, ἔφη δὲ πέμψειν πρὸς αὐτὸν διασαφῶν, ἐπειδὰν μέλλῃ συμπορεύεσθαι, τὸν τόπον καὶ τὸν καιρόν. 15.5.11 ταῦτα μὲν οὖν ἀκούσας κῆρυξ ἐπανῆλθε πάλιν εἰς τὴν ἰδίαν παρεμβολήν· 15.5.12 τῇ δʼ ἐπαύριον ἧκε Μασαννάσας, ἔχων πεζοὺς μὲν εἰς ἑξακισχιλίους, ἱππεῖς δὲ περὶ τετρακισχιλίους. 15.5.13 ὃν ἀποδεξάμενος Πόπλιος φιλανθρώπως καὶ συγχαρεὶς ἐπὶ τῷ πάντας ὑπηκόους πεποιῆσθαι τοὺς πρότερον Σόφακι πειθομένους, 15.5.14 ἀνέζευξε, καὶ παραγενηθεὶς πρὸς πόλιν Ναράγαρα κατεστρατοπέδευσε, πρός τε τἄλλα τόπον εὐφυῆ καταλαβόμενος καὶ τὴν

15.6.1

ὑδρείαν ἐντὸς βέλους ποιησάμενος. κἀντεῦθεν ἐξέπεμψε πρὸς τὸν τῶν Καρχηδονίων στρατηγόν, φάσκων ἕτοιμος εἶναι συμπορεύεσθαι πρὸς αὐτὸν εἰς λόγους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.5.1 Polyb. 15.5.10 (English) >>Polyb. 15.6.4

Powered by PhiloLogic