Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.6.2 Polyb. 15.6.8 (English) >>Polyb. 15.7.6

15.6.6 ἐπεὶ δὲ πρῶτον μὲν ὑπὲρ τῶν κατὰ Σικελίαν ἀμφισβητήσαντες ἐξεπολεμώσαμεν ἀλλήλους, μετὰ δὲ ταῦτα πάλιν ὑπὲρ τῶν κατʼ Ἰβηρίαν, τὸ δὲ τέλος ὑπὸ τῆς τύχης οὔπω νουθετούμενοι μέχρι τούτου προβεβήκαμεν ὥστε καὶ περὶ τοῦ τῆς πατρίδος ἐδάφους οὓς μὲν κεκινδυνευκέναι, τοὺς δʼ ἀκμὴν ἔτι καὶ νῦν κινδυνεύειν, 15.6.7 λοιπόν ἐστιν, εἴ πως δυνάμεθα διʼ αὑτῶν παραιτησάμενοι τοὺς θεοὺς διαλύσασθαι τὴν ἐνεστῶσαν φιλοτιμίαν. 15.6.8 ἐγὼ μὲν οὖν ἕτοιμός εἰμι τῷ πεῖραν εἰληφέναι διʼ αὐτῶν τῶν πραγμάτων ὡς εὐμετάθετός ἐστιν τύχη καὶ παρὰ μικρὸν εἰς ἑκάτερα ποιεῖ μεγάλας ῥοπάς, καθάπερ εἰ νηπίοις παισὶ χρωμένη·

15.7.1

σὲ δʼ ἀγωνιῶ, Πόπλιε, λίαν ἔφη καὶ διὰ τὸ νέον εἶναι κομιδῇ καὶ διὰ τὸ πάντα σοι κατὰ λόγον κεχωρηκέναι καὶ τὰ κατὰ τὴν Ἰβηρίαν καὶ τὰ κατὰ τὴν Λιβύην καὶ μηδέπω μέχρι γε τοῦ νῦν εἰς τὴν τῆς τύχης ἐμπεπτωκέναι παλιρρύμην, μήποτʼ οὐ πεισθῇς διὰ ταῦτα τοῖς ἐμοῖς λόγοις, καίπερ οὖσι πιστοῖς. 15.7.2 σκόπει δʼ ἀφʼ ἑνὸς τῶν λόγων τὰ πράγματα, μὴ τὰ τῶν προγεγονότων, ἀλλὰ τὰ καθʼ ἡμᾶς αὐτούς. 15.7.3 εἰμὶ τοιγαροῦν Ἀννίβας ἐκεῖνος, ὃς μετὰ τὴν ἐν Κάνναις μάχην σχεδὸν ἁπάσης Ἰταλίας ἐγκρατὴς γενόμενος μετά τινα χρόνον ἧκον πρὸς αὐτὴν τὴν Ῥώμην, καὶ στρατοπεδεύσας ἐν τετταράκοντα σταδίοις ἐβουλευόμην ὑπὲρ ὑμῶν καὶ τοῦ τῆς ὑμετέρας πατρίδος ἐδάφους πῶς ἐστί μοι χρηστέον,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 15.6.2 Polyb. 15.6.8 (English) >>Polyb. 15.7.6

Powered by PhiloLogic