Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.1.1 Polyb. 16.1.8 (English) >>Polyb. 16.2.8

16.1.5 οὐ γὰρ μόνον ἐνεπίμπρα καὶ κατασπῶν ἐρρίπτει τοὺς νεὼς καὶ τοὺς βωμούς, ἀλλὰ καὶ τοὺς λίθους ἔθραυε πρὸς τὸ μηδὲ πάλιν ἀνασταθῆναι μηδὲν τῶν κατεφθαρμένων. 16.1.6 ἐπεὶ δὲ τὸ Νικηφόριον ἐλυμήνατο, τὸ μὲν ἄλσος ἐκτεμών, τὸν δὲ περίβολον διαρρίψας, τούς τε ναοὺς ἐκ θεμελίων ἀνέσκαψε, πολλοὺς καὶ πολυτελεῖς ὑπάρχοντας, 16.1.7 ὥρμησε τὰς μὲν ἀρχὰς ἐπὶ Θυατείρων· ἐκεῖθεν δὲ ποιησάμενος τὴν ἀναζυγὴν εἰς τὸ Θήβης πεδίον εἰσέβαλε, νομίζων εὐπορήσειν λείας μάλιστα περὶ τούτους τοὺς τόπους. 16.1.8 ἀποπεσὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος, καὶ παραγενόμενος εἰς Ἱερὰν κώμην, διεπέμπετο πρὸς Ζεῦξιν, παρακαλῶν αὐτὸν σῖτον χορηγῆσαι καὶ τὰ λοιπὰ συμπράττειν κατὰ τὰς συνθήκας. 16.1.9 δὲ Ζεῦξις ὑπεκρίνετο μὲν ποιεῖν τὰ κατὰ τὰς συνθήκας, οὐκ ἐβούλετο δὲ σωματοποιεῖν ἀληθινῶς τὸν Φίλιππον. —

16.2.1

δὲ Φίλιππος, τῶν μὲν κατὰ τὴν πολιορκίαν ἀντιπιπτόντων αὐτῷ, τῶν δὲ πολεμίων ἐφορμούντων πλείοσι καταφράκτοις ναυσίν, ἠπορεῖτο καὶ δυσχρήστως διέκειτο περὶ τοῦ μέλλοντος. 16.2.2 οὐκ ἐπιδεχομένων δὲ τῶν παρόντων αἵρεσιν, ἀνήχθη παρὰ τὴν τῶν πολεμίων προσδοκίαν· 16.2.3 ἔτι γὰρ αὐτὸν ἤλπιζον οἱ περὶ τὸν Ἄτταλον προσκαρτερήσειν τῇ τῶν μετάλλων κατασκευῇ. 16.2.4 μάλιστα δʼ ἐσπούδαζε ποιήσασθαι τὸν ἀνάπλουν αἰφνίδιον, πεπεισμένος καταταχήσειν καὶ τὸ λοιπὸν ἀσφαλῶς ἤδη κομισθήσεσθαι παρὰ τὴν γῆν εἰς τὴν Σάμον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.1.1 Polyb. 16.1.8 (English) >>Polyb. 16.2.8

Powered by PhiloLogic