Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.11.5 Polyb. 16.12.7 (English) >>Polyb. 16.13.2

16.12.3 καταπεφήμισται δὲ καὶ πεπίστευται παρὰ μὲν τοῖς Βαργυλιήταις διότι τὸ τῆς Κινδυάδος Ἀρτέμιδος ἄγαλμα, καίπερ ὂν ὑπαίθριον, οὔτε νίφεται τὸ παράπαν οὔτε βρέχεται, 16.12.4 παρὰ δὲ τοῖς Ἰασεῦσι τὸ τῆς Ἀστιάδος· καὶ ταῦτά τινες εἰρήκασι καὶ τῶν συγγραφέων. 16.12.5 ἐγὼ δὲ πρὸς τὰς τοιαύτας ἀποφάσεις τῶν ἱστοριογράφων οὐκ οἶδʼ ὅπως παρʼ ὅλην τὴν πραγματείαν ἐναντιούμενος καὶ δυσανασχετῶν διατελῶ. 16.12.6 δοκεῖ γάρ μοι τὰ τοιαῦτα παντάπασι παιδικῆς εὐηθείας ὅσα μὴ μόνον τῆς τῶν εὐλόγων ἐκτὸς πίπτει θεωρίας, ἀλλὰ καὶ τῆς τοῦ δυνατοῦ. 16.12.7 τὸ γὰρ φάσκειν ἔνια τῶν σωμάτων ἐν φωτὶ τιθέμενα μὴ ποιεῖν σκιὰν ἀπηλγηκυίας ἐστὶ ψυχῆς· πεποίηκε Θεόπομπος, φήσας τοὺς εἰς τὸ τοῦ Διὸς ἄβατον ἐμβάντας κατʼ Ἀρκαδίαν ἀσκίους γίνεσθαι. 16.12.8 τούτῳ δὲ παραπλήσιόν ἐστι καὶ τὸ νυνὶ λεγόμενον. 16.12.9 ὅσα μὲν οὖν συντείνει πρὸς τὸ διασῴζειν τὴν τοῦ πλήθους εὐσέβειαν πρὸς τὸ θεῖον, δοτέον ἐστὶ συγγνώμην ἐνίοις τῶν συγγραφέων τερατευομένοις καὶ λογοποιοῦσι περὶ τὰ τοιαῦτα· τὸ δʼ ὑπεραῖρον οὐ συγχωρητέον. 16.12.10 τάχα μὲν οὖν ἐν παντὶ δυσπαράγραφός ἐστιν ποσότης, οὐ μὴν ἀπαράγραφός γε. 16.12.11 διὸ καὶ παρὰ βραχὺ μὲν εἰ καὶ ἀγνοεῖται καὶ ψευδοδοξεῖται, δεδόσθω συγγνώμη, τὸ δʼ ὑπεραῖρον ἀθετείσθω κατά γε τὴν ἐμὴν δόξαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.11.5 Polyb. 16.12.7 (English) >>Polyb. 16.13.2

Powered by PhiloLogic