Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.16.4 Polyb. 16.17.1 (English) >>Polyb. 16.17.9

16.16.7 τὸ δʼ αὐτὸ καὶ περὶ τοὺς κατὰ τὴν Λακεδαίμονα συμβέβηκεν· 16.16.8 μὲν γὰρ Εὐρώτας καὶ τὰ περὶ τὴν Σελλασίαν κεῖται τῆς Σπάρτης ὡς πρὸς τὰς θερινὰς ἀνατολάς, τὰ δὲ κατὰ Θαλάμας καὶ Φαρὰς καὶ Πάμισον ὡς πρὸς τὰς χειμερινὰς δύσεις, 16.16.9 ὅθεν οὐχ οἷον ἐπὶ τὴν Σελλασίαν, ἀλλʼ οὐδὲ τὸν Εὐρώταν δέον ἐστὶ διαβαίνειν τὸν προτιθέμενον παρὰ Θαλάμας ποιεῖσθαι τὴν πορείαν εἰς τὴν Μεσσηνίαν.

16.17.1

Πρὸς δὲ τούτοις φησὶ τὴν ἐπάνοδον ἐκ τῆς Μεσσήνης πεποιῆσθαι τὸν Νάβιν κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ Τεγέαν. 16.17.2 τοῦτο δʼ ἔστιν ἄλογον· πρόκειται γὰρ τῆς Τεγέας Μεγάλη πόλις ὡς πρὸς τὴν Μεσσήνην, ὥστʼ ἀδύνατον εἶναι καλεῖσθαί τινα πύλην παρὰ τοῖς Μεσσηνίοις ἐπὶ Τεγέαν. 16.17.3 ἀλλʼ ἔστι παρʼ αὐτοῖς πύλη Τεγεᾶτις προσαγορευομένη, καθʼ ἣν ἐποιήσατο τὴν ἐπάνοδον Νάβις· πλανηθεὶς ἔγγιον ὑπέλαβε τὴν Τεγέαν εἶναι Μεσσηνίων. 16.17.4 τὸ δʼ ἔστιν οὐ τοιοῦτον, ἀλλʼ Λακωνικὴ καὶ Μεγαλοπολῖτις χώρα μεταξὺ κεῖται τῆς Μεσσηνίας καὶ Τεγεάτιδος. 16.17.5 τὸ δὲ τελευταῖον· φησὶ γὰρ τὸν Ἀλφειὸν ἐκ τῆς πηγῆς εὐθέως κρυφθέντα καὶ πολὺν ἐνεχθέντα τόπον ὑπὸ γῆς ἐκβάλλειν περὶ Λυκόαν τῆς Ἀρκαδίας. 16.17.6 δὲ ποταμὸς οὐ πολὺν τόπον ἀποσχὼν τῆς πηγῆς, καὶ κρυφθεὶς ἐπὶ δέκα στάδια, πάλιν ἐκπίπτει,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.16.4 Polyb. 16.17.1 (English) >>Polyb. 16.17.9

Powered by PhiloLogic