Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.19 Polyb. 16.20 (English) >>Polyb. 16.21

16.20.1

Ταῦτα δέ μοι δοκεῖ, καὶ καθόλου τὰ τοιαῦτα τῶν ἀλογημάτων, πολλὴν ἐπιφέρειν αἰσχύνην τοῖς συγγραφεῦσι. 16.20.2 διὸ δεῖ μάλιστα μὲν πειρᾶσθαι πάντων κρατεῖν τῶν τῆς ἱστορίας μερῶν· καλὸν γάρ· εἰ δὲ μὴ τοῦτο δυνατόν, τῶν ἀναγκαιοτάτων καὶ τῶν μεγίστων ἐν αὐτῇ πλείστην ποιεῖσθαι πρόνοιαν.

Ταῦτα μὲν οὖν προήχθην εἰπεῖν, 16.20.3 θεωρῶν νῦν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιτηδευμάτων, τὸ μὲν ἀληθινὸν καὶ πρὸς τὴν χρείαν ἀνῆκον ἐν ἑκάστοις ἐπισεσυρμένον, 16.20.4 τὸ δὲ πρὸς ἀλαζονείαν καὶ φαντασίαν ἐπαινούμενον καὶ ζηλούμενον, ὡς μέγα τι καὶ θαυμάσιον, καὶ τὴν κατασκευὴν ἔχει ῥᾳδιεστέραν καὶ τὴν εὐδόκησιν ὀλιγοδεεστέραν, καθάπερ αἱ λοιπαὶ τῶν γραφῶν. 16.20.5 περὶ δὲ τῆς τῶν τόπων ἀγνοίας τῶν κατὰ τὴν Λακωνικὴν διὰ τὸ μεγάλην εἶναι τὴν παράπτωσιν οὐκ ὤκνησα γράψαι καὶ πρὸς αὐτὸν Ζήνωνα, 16.20.6 κρίνων καλὸν εἶναι τὸ μὴ τὰς τῶν πέλας ἁμαρτίας ἴδια προτερήματα νομίζειν, καθάπερ ἔνιοι ποιεῖν εἰώθασιν, ἀλλὰ μὴ μόνον τῶν ἰδίων ὑπομνημάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, καθʼ ὅσον οἷοί τʼ ἐσμέν, ποιεῖσθαι πρόνοιαν καὶ διόρθωσιν χάριν τῆς κοινῆς ὠφελείας. 16.20.7 δὲ λαβὼν τὴν ἐπιστολήν, καὶ γνοὺς ἀδύνατον οὖσαν τὴν μετάθεσιν διὰ τὸ προεκδεδωκέναι τὰς συντάξεις, ἐλυπήθη μὲν ὡς ἔνι μάλιστα, ποιεῖν δʼ οὐδὲν εἶχε, τήν γε μὴν ἡμετέραν αἵρεσιν ἀπεδέξατο φιλοφρόνως. 16.20.8 δὴ κἂν ἐγὼ παρακαλέσαιμι περὶ αὑτοῦ τοὺς καθʼ ἡμᾶς καὶ τοὺς ἐπιγινομένους, ἐὰν μὲν κατὰ πρόθεσιν εὑρισκώμεθά που κατὰ τὴν πραγματείαν διαψευδόμενοι καὶ παρορῶντες τὴν ἀλήθειαν, ἀπαραιτήτως ἐπιτιμᾶν, 16.20.9 ἐὰν δὲ κατʼ ἄγνοιαν, συγγνώμην ἔχειν, καὶ μάλιστα πάντων ἡμῖν διὰ τὸ μέγεθος τῆς συντάξεως καὶ διὰ τὴν καθόλου περιβολὴν τῶν πραγμάτων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.19 Polyb. 16.20 (English) >>Polyb. 16.21

Powered by PhiloLogic