Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.22.7 Polyb. 16.22a.4 (English) >>Polyb. 16.23.4

IV. Res Syriae 16.22a.1

Ὅτι Ἀντιόχου τοῦ βασιλέως τὴν τῶν Γαζαίων πόλιν πορθήσαντος φησὶν Πολύβιος· 16.22a.2 ἐμοὶ δὲ καὶ δίκαιον ἅμα καὶ πρέπον εἶναι δοκεῖ τὸ τοῖς Γαζαίοις ἀποδοῦναι τὴν καθήκουσαν μαρτυρίαν. 16.22a.3 οὐδὲν γὰρ διαφέροντες ἀνδρείᾳ τῶν κατὰ Κοίλην Συρίαν πρὸς τὰς πολεμικὰς πράξεις, ἐν κοινωνίᾳ πραγμάτων καὶ τῷ τηρεῖν τὴν πίστιν πολὺ διαφέρουσι καὶ συλλήβδην ἀνυπόστατον ἔχουσι τὴν τόλμαν. 16.22a.4 κατὰ γὰρ τὴν Περσῶν ἔφοδον ἐκπλαγέντων τῶν ἄλλων διὰ τὸ μέγεθος τῆς δυναστείας, καὶ πάντων ἐγχειρισάντων σφᾶς αὐτοὺς καὶ τὰς πατρίδας Μήδοις, μόνοι τὸ δεινὸν ὑπέμειναν πάντες, τὴν πολιορκίαν ἀναδεξάμενοι. 16.22a.5 κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν οὐ μόνον τῶν ἄλλων παραδεδωκότων αὑτούς, ἀλλὰ καὶ Τυρίων ἐξηνδραποδισμένων μετὰ βίας, καὶ σχεδὸν ἀνελπίστου τῆς σωτηρίας ὑπαρχούσης τοῖς ἐναντιουμένοις πρὸς τὴν ὁρμὴν καὶ βίαν τὴν Ἀλεξάνδρου, μόνοι τῶν κατὰ Συρίαν ὑπέστησαν καὶ πάσας ἐξήλεγξαν τὰς ἐλπίδας. 16.22a.6 τὸ δὲ παραπλήσιον ἐποίησαν καὶ κατὰ τοὺς ἐνεστῶτας καιρούς· οὐδὲν γὰρ ἀπέλειπον τῶν ἐνδεχομένων, σπουδάζοντες διαφυλάξαι τὴν πρὸς τὸν Πτολεμαῖον πίστιν. 16.22a.7 διὸ καθάπερ καὶ κατʼ ἰδίαν ἐπισημαινόμεθα τοὺς ἀγαθοὺς ἄνδρας ἐν τοῖς ὑπομνήμασι, τὸν αὐτὸν τρόπον χρὴ καὶ κοινῇ τῶν πόλεων τὴν ἐπʼ ἀγαθῷ ποιήσασθαι μνήμην, ὅσαι τῶν καλῶν ἐκ παραδόσεώς τι καὶ προθέσεως πράττειν εἰώθασιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.22.7 Polyb. 16.22a.4 (English) >>Polyb. 16.23.4

Powered by PhiloLogic