Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.29.7 Polyb. 16.29.13 (English) >>Polyb. 16.30.6

16.29.11 τὸ μὲν γὰρ ἐξ ἀμφοῖν ὑπʼ ἀνθρώπων οἰκούμενον πύλης ἔχει διάθεσιν διὰ τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν, ποτὲ μὲν γεφυρούμενον ὑπὸ τῶν πεζεύειν ἐπʼ ἀμφοτέρας τὰς ἠπείρους προαιρουμένων, ποτὲ δὲ πλωτευόμενον συνεχῶς· 16.29.12 τὸ δὲ καθʼ Ἡρακλείους στήλας σπάνιον ἔχει τὴν χρῆσιν καὶ σπανίοις διὰ τὴν ἀνεπιμιξίαν τῶν ἐθνῶν τῶν πρὸς τοῖς πέρασι κατοικούντων τῆς Λιβύης καὶ τῆς Εὐρώπης καὶ διὰ τὴν ἀγνωσίαν τῆς ἐκτὸς θαλάττης. 16.29.13 αὐτὴ δʼ τῶν Ἀβυδηνῶν πόλις περιέχεται μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑπὸ τῶν τῆς Εὐρώπης ἀκρωτηρίων, ἔχει δὲ λιμένα δυνάμενον σκέπειν ἀπὸ παντὸς ἀνέμου τοὺς ἐνορμοῦντας. 16.29.14 ἐκτὸς δὲ τῆς εἰς τὸν λιμένα καταγωγῆς οὐδαμῶς οὐδαμῇ δυνατόν ἐστιν ὁρμῆσαι πρὸς τὴν πόλιν διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ ῥοῦ τοῦ κατὰ τὸν πόρον.

16.30.1

Οὐ μὴν ἀλλʼ γε Φίλιππος τὰ μὲν ἀποσταυρώσας, τὰ δὲ περιχαρακώσας τοὺς Ἀβυδηνοὺς ἐπολιόρκει καὶ κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. 16.30.2 δὲ πρᾶξις αὕτη κατὰ μὲν τὸ μέγεθος τῆς παρασκευῆς καὶ τὴν ποικιλίαν τῶν ἐν τοῖς ἔργοις ἐπινοημάτων, διʼ ὧν οἵ τε πολιορκοῦντες καὶ πολιορκούμενοι πρὸς ἀλλήλους εἰώθασιν ἀντιμηχανᾶσθαι καὶ φιλοτεχνεῖν, οὐ γέγονε θαυμάσιος, 16.30.3 κατὰ δὲ τὴν γενναιότητα τῶν πολιορκουμένων καὶ τὴν ὑπερβολὴν τῆς εὐψυχίας, εἰ καί τις ἄλλη, μνήμης ἀξία καὶ παραδόσεως.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.29.7 Polyb. 16.29.13 (English) >>Polyb. 16.30.6

Powered by PhiloLogic