Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.28.8 Polyb. 16.29.7 (English) >>Polyb. 16.30.1

16.29.4 κεφαλαιωδῶς γε μὴν ὑπομνῆσαι τοὺς ἀναγινώσκοντας ἐπιστάσεως χάριν οὐκ ἄχρηστον εἶναι νομίζω πρὸς τὸ παρόν. 16.29.5 γνοίη δʼ ἄν τις τὰ περὶ τὰς προειρημένας πόλεις οὐχ οὕτως ἐξ αὐτῶν τῶν ὑποκειμένων τόπων ὡς ἐκ τῆς παραθέσεως καὶ συγκρίσεως τῶν λέγεσθαι μελλόντων. 16.29.6 καθάπερ γὰρ οὐδʼ ἐκ τοῦ παρὰ μέν τισιν Ὠκεανοῦ προσαγορευομένου, παρὰ δέ τισιν Ἀτλαντικοῦ πελάγους. δυνατὸν εἰς τὴν καθʼ ἡμᾶς θάλατταν εἰσπλεῦσαι μὴ οὐχὶ διὰ τοῦ καθʼ Ἡρακλέους στήλας περαιωθέντα στόματος, 16.29.7 οὕτως οὐδʼ ἐκ τῆς καθʼ ἡμᾶς εἰς τὴν Προποντίδα καὶ τὸν Πόντον ἀφικέσθαι μὴ οὐχὶ διὰ τοῦ μεταξὺ Σηστοῦ καὶ Ἀβύδου διαστήματος ποιησάμενον τὸν εἴσπλουν. 16.29.8 ὥσπερ δὲ πρός τινα λόγον τῆς τύχης ποιουμένης τὴν κατασκευὴν ἀμφοτέρων τῶν πορθμῶν, πολλαπλάσιον εἶναι συμβαίνει τὸν καθʼ Ἡρακλέους στήλας πόρον τοῦ κατὰ τὸν Ἑλλήσποντον· 16.29.9 μὲν γάρ ἐστιν ἑξήκοντα σταδίων, δὲ κατὰ τὴν Ἄβυδον δυεῖν, ὡς ἂν εἴ τινος τεκμαιρομένου διὰ τὸ πολλαπλασίαν εἶναι τὴν ἔξω θάλατταν τῆς καθʼ ἡμᾶς. 16.29.10 εὐκαιρότερον μέντοι γε τοῦ καθʼ Ἡρακλείους στήλας στόματός ἐστι τὸ κατὰ τὴν Ἄβυδον. 16.29.11 τὸ μὲν γὰρ ἐξ ἀμφοῖν ὑπʼ ἀνθρώπων οἰκούμενον πύλης ἔχει διάθεσιν διὰ τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν, ποτὲ μὲν γεφυρούμενον ὑπὸ τῶν πεζεύειν ἐπʼ ἀμφοτέρας τὰς ἠπείρους προαιρουμένων, ποτὲ δὲ πλωτευόμενον συνεχῶς·


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.28.8 Polyb. 16.29.7 (English) >>Polyb. 16.30.1

Powered by PhiloLogic