Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.30.2 Polyb. 16.30.8 (English) >>Polyb. 16.31.7

16.30.6 ἐπειδὴ δὲ τὸ μὲν ἐκτὸς τοῦ τείχους ἔπεσε διὰ τῶν ὀρυγμάτων, μετὰ δὲ ταῦτα διὰ τῶν μετάλλων ἤγγιζον οἱ Μακεδόνες τῷ κατὰ τὸ πεπτωκὸς ὑπὸ τῶν ἔνδοθεν ἀντῳκοδομημένῳ τείχει, 16.30.7 τὸ τηνικάδε πέμψαντες πρεσβευτὰς Ἰφιάδην καὶ Παντάγνωτον ἐκέλευον παραλαμβάνειν τὸν Φίλιππον τὴν πόλιν, τοὺς μὲν στρατιώτας ὑποσπόνδους ἀφέντα τοὺς παρὰ Ῥοδίων καὶ παρʼ Ἀττάλου, τὰ δʼ ἐλεύθερα τῶν σωμάτων ἐάσαντα σῴζεσθαι κατὰ δύναμιν οὗ ποτʼ ἂν ἕκαστος προαιρῆται μετὰ τῆς ἐσθῆτος τῆς περὶ τὸ σῶμα. 16.30.8 τοῦ δὲ Φιλίππου προστάττοντος περὶ πάντων ἐπιτρέπειν

16.31.1

μάχεσθαι γενναίως, οὗτοι μὲν ἐπανῆλθον. οἱ δʼ Ἀβυδηνοὶ πυθόμενοι τὰ λεγόμενα, συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων ἀπονοηθέντες ταῖς γνώμαις. 16.31.2 ἔδοξεν οὖν αὐτοῖς πρῶτον μὲν τοὺς δούλους ἐλευθεροῦν, ἵνα συναγωνιστὰς ἔχοιεν ἀπροφασίστους, ἔπειτα συναθροῖσαι τὰς μὲν γυναῖκας εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἁπάσας, τὰ δὲ τέκνα σὺν ταῖς τροφοῖς εἰς τὸ γυμνάσιον, 16.31.3 ἑξῆς δὲ τούτοις τὸν ἄργυρον καὶ τὸν χρυσὸν εἰς τὴν ἀγορὰν συναγαγεῖν, ὁμοίως δὲ καὶ τὸν ἱματισμὸν τὸν ἀξιόλογον εἰς τὴν τετρήρη τὴν τῶν Ῥοδίων καὶ τὴν τριήρη τὴν τῶν Κυζικηνῶν. 16.31.4 ταῦτα δὲ προθέμενοι καὶ πράξαντες ὁμοθυμαδὸν κατὰ τὸ δόγμα πάλιν συνηθροίσθησαν εἰς τὴν ἐκκλησίαν, καὶ πεντήκοντα προεχειρίσαντο τῶν πρεσβυτέρων ἀνδρῶν καὶ μάλιστα πιστευομένων, ἔτι δὲ τὴν σωματικὴν δύναμιν ἐχόντων πρὸς τὸ δύνασθαι τὸ κριθὲν ἐπιτελεῖν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.30.2 Polyb. 16.30.8 (English) >>Polyb. 16.31.7

Powered by PhiloLogic