Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.36.4 Polyb. 16.37.2 (English) >>Polyb. 16.38.1

16.36.8 τῷ δὲ μὴ τὸ ἴσον ἀπέχειν τῆς Τεγέας τὰς πορρωτάτω κειμένας πόλεις οὐχ ἅμα πάσαις ἀπεδόθη τὰ γράμματα ταύταις, ἀλλὰ κατὰ λόγον ἑκάσταις. 16.36.9 ἐξ ὧν συνέβη, μήτε τῶν Τεγεατῶν εἰδότων τὸ μέλλον μήτε τῶν παραγινομένων, ἅμα πάντας τοὺς Ἀχαιοὺς καὶ κατὰ πάσας τὰς πύλας εἰς τὴν Τεγέαν εἰσπορεύεσθαι σὺν τοῖς ὅπλοις.

16.37.1

ταῦτα δὲ διεστρατήγει καὶ περιεβάλλετο τῇ διανοίᾳ διὰ τὸ πλῆθος τῶν ὠτακουστῶν καὶ κατασκόπων τοῦ τυράννου.

Κατὰ δὲ τὴν ἡμέραν, 16.37.2 ἐν συναθροίζεσθαι τὸ πλῆθος ἔμελλε τῶν Ἀχαιῶν εἰς Τεγέαν, ἐξαπέστειλε τοὺς ἐπιλέκτους, ὥστε νυκτερεύσαντας περὶ Σελλασίαν ἅμα τῷ φωτὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἐπιτρέχειν τὴν Λακωνικήν. 16.37.3 ἐὰν δʼ οἱ μισθοφόροι βοηθήσαντες παρενοχλῶσιν αὐτούς, συνέταξε ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὸν Σκοτίταν καὶ τὰ λοιπὰ πειθαρχεῖν Διδασκαλώνδᾳ τῷ Κρητί· τούτῳ γὰρ ἐπεπιστεύκει καὶ διετέτακτο περὶ τῆς ὅλης ἐπιβολῆς. 16.37.4 οὗτοι μὲν οὖν προῆγον εὐθαρσῶς ἐπὶ τὸ συντεταγμένον· δὲ Φιλοποίμην ἐν ὥρᾳ παραγγείλας δειπνοποιεῖσθαι τοῖς Ἀχαιοῖς ἐξῆγε τὴν δύναμιν ἐκ τῆς Τεγέας, καὶ νυκτοπορήσας ἐνεργῶς περὶ τὴν ἑωθινὴν ἐνεκάθισε τὴν στρατιὰν ἐν τοῖς περὶ τὸν Σκοτίταν προσαγορευομένοις τόποις, ὅς ἐστι μεταξὺ τῆς Τεγέας καὶ τῆς Λακεδαίμονος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.36.4 Polyb. 16.37.2 (English) >>Polyb. 16.38.1

Powered by PhiloLogic