Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.37.3 Polyb. 16.39.1 (English) >>Polyb. 16.40.7

16.37.6 τῶν δʼ Ἀχαιῶν κατὰ τὸ συνταχθὲν ὑποχωρούντων εἵποντο κατόπιν ἐπικείμενοι θρασέως καὶ τετολμηκότως. 16.37.7 ἅμα δὲ τῷ παραβάλλειν εἰς τοὺς κατὰ τὴν ἐνέδραν τόπους, διαναστάντων τῶν Ἀχαιῶν οἱ μὲν κατεκόπησαν, οἱ δʼ ἑάλωσαν αὐτῶν. —

16.38.1

δὲ Φίλιππος ὁρῶν τοὺς Ἀχαιοὺς εὐλαβῶς διακειμένους πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, ἐσπούδαζε κατὰ πάντα τρόπον ἐμβιβάσαι αὐτοὺς εἰς ἀπέχθειαν.

VII. Res Asiae 16.39.1

Μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος Μεγαλοπολίτης· ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως· δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ἰουδαίων ἔθνος. — 16.39.2

Τῆς δὲ πολιορκίας ῥεμβώδους γενομένης μὲν Σκόπας ἠδόξει καὶ διεβέβλητο νεανικῶς. —

Λέγει δὲ ἐν τῇ αὐτῇ βίβλῳ ὡς 16.39.3 τοῦ Σκόπα νικηθέντος ὑπʼ Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος· 16.39.4 μετʼ ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ἰουδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ἱεροσόλυμα κατοικοῦντες. 16.39.5 ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες, καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν.

VIII. Fragmenta Incertae Sedis 16.40.1

Βαβράντιον, τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ.

Γίττα, πόλις Παλαιστίνης.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.37.3 Polyb. 16.39.1 (English) >>Polyb. 16.40.7

Powered by PhiloLogic