Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.3.11 Polyb. 16.4.4 (English) >>Polyb. 16.4.11

16.4.1

Τῶν δὲ λοιπῶν νεῶν τοῦ πλήθους κίνδυνος ἐφάμιλλος ἦν· 16.4.2 καθʼ ὅσον γὰρ ἐπλεόναζον οἱ παρὰ τοῦ Φιλίππου λέμβοι, κατὰ τοσοῦτον διέφερον οἱ περὶ τὸν Ἄτταλον τῷ τῶν καταφράκτων νεῶν πλήθει. 16.4.3 καὶ τὰ μὲν περὶ τὸ δεξιὸν κέρας τοῦ Φιλίππου τοιαύτην εἶχε τὴν διάθεσιν ὥστʼ ἀκμὴν ἄκριτα μένειν τὰ ὅλα, πολὺ δὲ τοὺς περὶ τὸν Ἄτταλον ἐπικυδεστέρας ἔχειν τὰς ἐλπίδας. 16.4.4 οἱ δὲ Ῥόδιοι κατὰ μὲν τὰς ἀρχὰς εὐθέως ἐκ τῆς ἀναγωγῆς ἀπεσπάσθησαν τῶν πολεμίων, καθάπερ ἀρτίως εἶπα, τῷ δὲ ταχυναυτεῖν παρὰ πολὺ διαφέροντες τῶν ἐναντίων συνῆψαν τοῖς ἐπὶ τῆς οὐραγίας Μακεδόσι. 16.4.5 καὶ τὸ μὲν πρῶτον ὑποχωροῦσι τοῖς σκάφεσι κατὰ πρύμναν ἐπιφερόμενοι τοὺς ταρσοὺς παρέλυον· 16.4.6 ὡς δʼ οἱ μὲν παρὰ τοῦ Φιλίππου συνεπιστρέφειν ἤρξαντο παραβοηθοῦντες τοῖς κινδυνεύουσι, τῶν δὲ Ῥοδίων οἱ καθυστεροῦντες ἐκ τῆς ἀναγωγῆς συνῆψαν τοῖς περὶ τὸν Θεοφιλίσκον, 16.4.7 τότε κατὰ πρόσωπον ἀντιπρώρρους τάξαντες τὰς ναῦς ἀμφότεροι συνέβαλον εὐψύχως, ὁμοῦ ταῖς σάλπιγξι καὶ τῇ κραυγῇ παρακαλοῦντες ἀλλήλους. 16.4.8 εἰ μὲν οὖν μὴ μεταξὺ τῶν καταφράκτων νεῶν ἔταξαν οἱ Μακεδόνες τοὺς λέμβους, ῥᾳδίαν ἂν καὶ σύντομον ἔλαβε κρίσιν ναυμαχία· νῦν δὲ ταῦτʼ ἐμπόδια πρὸς τὴν χρείαν τοῖς Ῥοδίοις ἐγίνετο κατὰ πολλοὺς τρόπους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.3.11 Polyb. 16.4.4 (English) >>Polyb. 16.4.11

Powered by PhiloLogic