Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.4.9 Polyb. 16.5.2 (English) >>Polyb. 16.5.8

16.4.14 τὸ δὲ πολὺ κατὰ μὲν τοὺς διέκπλους παρασύροντες τῶν πολεμίων νεῶν τοὺς ταρσοὺς ἠχρείουν· μετὰ δὲ ταῦτα πάλιν ἐκπεριπλέοντες, καὶ τοῖς μὲν κατὰ πρύμναν ἐμβάλλοντες, τοῖς δὲ πλαγίοις καὶ στρεφομένοις ἀκμὴν προσπίπτοντες οὓς μὲν ἐτίτρωσκον, οἷς δὲ παρέλυον ἀεί τι τῶν πρὸς τὴν χρείαν ἀναγκαίων. 16.4.15 καὶ δὴ τῷ τοιούτῳ τρόπῳ μαχόμενοι παμπληθεῖς τῶν πολεμίων ναῦς διέφθειραν.

16.5.1

Ἐπιφανέστατα δʼ ἐκινδύνευσαν τρεῖς πεντήρεις τῶν Ῥοδίων, τε ναυαρχίς, ἐφʼ ἧς ἔπλει Θεοφιλίσκος, μετὰ δὲ ταύτην ἧς ἐτριηράρχει Φιλόστρατος, τρίτη δʼ ἣν ἐκυβέρνα μὲν Αὐτόλυκος, ἐπέπλει δὲ Νικόστρατος. 16.5.2 ταύτης γὰρ ἐμβαλούσης εἰς πολεμίαν ναῦν καὶ καταλιπούσης ἐν τῷ σκάφει τὸν ἔμβολον, συνέβη δὴ τὴν μὲν πληγεῖσαν αὔτανδρον καταδῦναι, τοὺς δὲ περὶ τὸν Αὐτόλυκον, εἰσρεούσης εἰς τὴν ναῦν τῆς θαλάττης διὰ τῆς πρώρρας, κυκλωθέντας ὑπὸ τῶν πολεμίων τὰς μὲν ἀρχὰς ἀγωνίζεσθαι γενναίως, 16.5.3 τέλος δὲ τὸν μὲν Αὐτόλυκον ἐκπεσεῖν τρωθέντα μετὰ τῶν ὅπλων εἰς τὴν θάλατταν, τοὺς δὲ λοιποὺς ἐπιβάτας ἀποθανεῖν μαχομένους γενναίως. ἐν καιρῷ Θεοφιλίσκος, 16.5.4 βοηθήσας μετὰ τριῶν πεντήρων, τὴν μὲν ναῦν οὐκ ἠδυνήθη σῶσαι διὰ τὸ πλήρη θαλάττης εἶναι, δύο δὲ ναῦς πολεμίας τρώσας τοὺς ἐπιβάτας ἐξέβαλε.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.4.9 Polyb. 16.5.2 (English) >>Polyb. 16.5.8

Powered by PhiloLogic