Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.6.5 Polyb. 16.6.12 (English) >>Polyb. 16.7.6

16.6.9 Φίλιππος δὲ τοῖς μὲν ὅλοις ἠλαττωμένος παρὰ πολὺ τὴν ναυμαχίαν, τῇ δὲ περιπετείᾳ τῇ κατὰ τὸν Ἄτταλον ἐπαρθείς, ἐπανέπλει, καὶ πολὺς ἦν συναθροίζων τὰς σφετέρας ναῦς καὶ παρακαλῶν τοὺς ἄνδρας εὐθαρσεῖς εἶναι, διότι νικῶσι τῇ ναυμαχίᾳ· 16.6.10 καὶ γὰρ ὑπέδραμέ τις ἔννοια καὶ πιθανότης τοῖς ἀνθρώποις ὡς ἀπολωλότος τοῦ βασιλέως Ἀττάλου διὰ τὸ κατάγειν τοὺς περὶ τὸν Φίλιππον ἀναδεδεμένους τὴν βασιλικὴν ναῦν. 16.6.11 δὲ Διονυσόδωρος ὑπονοήσας τὸ περὶ τὸν αὑτοῦ βασιλέα γεγονός, ἥθροιζε τὰς οἰκείας ναῦς ἐξαίρων σύνθημα· ταχὺ δὲ συλλεχθεισῶν πρὸς αὐτὸν ἀπέπλει μετʼ ἀσφαλείας εἰς τοὺς κατὰ τὴν Ἀσίαν ὅρμους. 16.6.12 κατὰ δὲ τὸν αὐτὸν καιρὸν οἱ πρὸς τοὺς Ῥοδίους ἀγωνιζόμενοι τῶν Μακεδόνων, πάλαι κακῶς πάσχοντες, ἐξέλυον αὑτοὺς ἐκ τοῦ κινδύνου μετὰ προφάσεως κατὰ μέρη ποιούμενοι τὴν ἀποχώρησιν, ὡς ταῖς οἰκείαις σπεύδοντες ἐπικουρῆσαι ναυσίν. 16.6.13 οἱ δὲ Ῥόδιοι, τὰς μὲν ἀναδησάμενοι τῶν νεῶν, τὰς δὲ προδιαφθείραντες ταῖς ἐμβολαῖς, ἀπέπλευσαν εἰς τὴν Χίον.

16.7.1

Ἐφθάρησαν δὲ τοῦ μὲν Φιλίππου ναῦς ἐν μὲν τῇ πρὸς Ἄτταλον ναυμαχίᾳ δεκήρης, ἐννήρης, ἑπτήρης, ἑξήρης, τῶν δὲ λοιπῶν κατάφρακτοι μὲν δέκα καὶ τριημιολίαι τρεῖς, λέμβοι δὲ πέντε καὶ εἴκοσι καὶ τὰ τούτων πληρώματα·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.6.5 Polyb. 16.6.12 (English) >>Polyb. 16.7.6

Powered by PhiloLogic