16.6.5 τούτου δὲ συμβάντος αὐτὸς μὲν ὁ βασιλεὺς μετὰ τῶν πληρωμάτων εἰς τὰς Ἐρυθρὰς ἀπεχώρησε, τῶν δὲ πλοίων καὶ τῆς βασιλικῆς κατασκευῆς ἐγκρατὴς ὁ Φίλιππος ἐγένετο.
16.6.6 καὶ γὰρ ἐποίησάν τι τεχνικὸν ἐν τούτοις τοῖς καιροῖς οἱ περὶ τὸν Ἄτταλον· τὰ γὰρ ἐπιφανέστατα τῆς βασιλικῆς κατασκευῆς ἐπὶ τὸ κατάστρωμα τῆς νεὼς ἐξέβαλον.
16.6.7 ὅθεν οἱ πρῶτοι τῶν Μακεδόνων, συνάψαντες ἐν τοῖς λέμβοις, συνθεασάμενοι ποτηρίων πλῆθος καὶ πορφυρῶν ἱματίων καὶ τῶν τούτοις παρεπομένων σκευῶν, ἀφέμενοι τοῦ διώκειν ἀπένευσαν ἐπὶ τὴν τούτων ἁρπαγήν.
16.6.8 διὸ συνέβη τὸν Ἄτταλον ἀσφαλῆ ποιήσασθαι τὴν ἀποχώρησιν εἰς τὰς Ἐρυθράς.
16.6.9 Φίλιππος δὲ τοῖς μὲν ὅλοις ἠλαττωμένος παρὰ πολὺ τὴν ναυμαχίαν, τῇ δὲ περιπετείᾳ τῇ κατὰ τὸν Ἄτταλον ἐπαρθείς, ἐπανέπλει, καὶ πολὺς ἦν συναθροίζων τὰς σφετέρας ναῦς καὶ παρακαλῶν τοὺς ἄνδρας εὐθαρσεῖς εἶναι, διότι νικῶσι τῇ ναυμαχίᾳ·
16.6.10 καὶ γὰρ ὑπέδραμέ τις ἔννοια καὶ πιθανότης τοῖς ἀνθρώποις ὡς ἀπολωλότος τοῦ βασιλέως Ἀττάλου διὰ τὸ κατάγειν τοὺς περὶ τὸν Φίλιππον ἀναδεδεμένους τὴν βασιλικὴν ναῦν.
16.6.11 ὁ δὲ Διονυσόδωρος ὑπονοήσας τὸ περὶ τὸν αὑτοῦ βασιλέα γεγονός, ἥθροιζε τὰς οἰκείας ναῦς ἐξαίρων σύνθημα· ταχὺ δὲ συλλεχθεισῶν πρὸς αὐτὸν ἀπέπλει μετʼ ἀσφαλείας εἰς τοὺς κατὰ τὴν Ἀσίαν ὅρμους.