Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.7.6 Polyb. 16.8.7 (English) >>Polyb. 16.9.5

16.8.4 ὅτι γὰρ οὐδʼ αὐτὸς ἐπέπειστο νικᾶν, ἐξήλεγξαν αὐτὸν οἵ τε Ῥόδιοι καὶ Διονυσόδωρος μετʼ ὀλίγον· 16.8.5 κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν ἔτι περὶ ταῦτα γινομένου τοῦ βασιλέως διαπεμψάμενοι πρὸς ἀλλήλους ἐπέπλευσαν αὐτῷ, καὶ στήσαντες ἐν μετώπῳ τὰς ναῦς, οὐδενὸς ἐπʼ αὐτοὺς ἀνταναγομένου πάλιν ἀπέπλευσαν εἰς τὴν Χίον. 16.8.6 δὲ Φίλιππος, οὐδέποτε τοσούτους ἄνδρας ἀπολωλεκὼς οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν ἑνὶ καιρῷ, βαρέως μὲν ἔφερε τὸ γεγονὸς καὶ τὸ πολὺ τῆς ὁρμῆς αὐτοῦ παρῄρητο, 16.8.7 πρὸς μέντοι γε τοὺς ἐκτὸς ἐπειρᾶτο κατὰ πάντα τρόπον ἐπικρύπτεσθαι τὴν αὑτοῦ διάληψιν, καίπερ οὐκ ἐώντων αὐτῶν τῶν πραγμάτων. 16.8.8 χωρὶς γὰρ τῶν ἄλλων καὶ τὰ μετὰ τὴν μάχην συμβαίνοντα πάντας ἐξέπληττε τοὺς θεωμένους· 16.8.9 γενομένης γὰρ τοσαύτης φθορᾶς ἀνθρώπων, παρʼ αὐτὸν μὲν τὸν καιρὸν πᾶς πόρος ἐπληρώθη νεκρῶν, αἵματος, ὅπλων, ναυαγίων, ταῖς δʼ ἑξῆς ἡμέραις τοὺς αἰγιαλοὺς ἦν ἰδεῖν φύρδην σεσωρευμένους ἀναμὶξ πάντων τῶν προειρημένων. 16.8.10 ἐξ ὧν οὐ μόνον αὐτός, ἀλλὰ καὶ πάντες οἱ Μακεδόνες εἰς διατροπὴν ἐνέπιπτον οὐ τὴν τυχοῦσαν.

16.9.1

Θεοφιλίσκος δὲ μίαν ἡμέραν ἐπιβιώσας, καὶ τῇ πατρίδι γράψας ὑπὲρ τῶν κατὰ τὴν ναυμαχίαν, καὶ Κλεωναῖον ἡγεμόνα συστήσας ἀνθʼ ἑαυτοῦ ταῖς δυνάμεσι, μετήλλαξε τὸν βίον ἐκ τῶν τραυμάτων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 16.7.6 Polyb. 16.8.7 (English) >>Polyb. 16.9.5

Powered by PhiloLogic