Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.10.3 Polyb. 18.10.10 (English) >>Polyb. 18.11.6

18.10.7 καὶ τὸν μὲν Ἀμύνανδρον εἰς τὴν Ῥώμην ἐξέπεμπε παραχρῆμα, γινώσκων αὐτὸν εὐάγωγον μὲν ὄντα καὶ ῥᾳδίως ἐξακολουθήσοντα τοῖς ἐκεῖ φίλοις, ἐφʼ ὁπότερʼ ἂν ἄγωσιν αὐτόν, φαντασίαν δὲ ποιήσοντα καὶ προσδοκίαν διὰ τὸ τῆς βασιλείας ὄνομα. 18.10.8 μετὰ δὲ τοῦτον ἐξέπεμπε τοὺς παρʼ αὑτοῦ πρέσβεις, Κόιντόν τε τὸν Φάβιον, ὃς ἦν αὐτῷ τῆς γυναικὸς ἀδελφιδοῦς, καὶ Κόιντον Φολούιον, σὺν δὲ τούτοις Ἄππιον Κλαύδιον ἐπικαλούμενον Νέρωνα. 18.10.9 παρὰ δὲ τῶν Αἰτωλῶν ἐπρέσβευον Ἀλέξανδρος Ἴσιος, Δαμόκριτος Καλυδώνιος, Δικαίαρχος Τριχωνιεύς, Πολέμαρχος Ἀρσινοεύς, 18.10.10 Λάμιος Ἀμβρακιώτης, Νικόμαχος Ἀκαρνὰν τῶν ἐκ Θουρίου πεφευγότων κατοικούντων δʼ ἐν Ἀμβρακίᾳ, Θεόδοτος Φεραῖος, φυγὰς ἐκ Θετταλίας, 18.10.11 κατοικῶν δʼ ἐν Στράτῳ, παρὰ δὲ τῶν Ἀχαιῶν Ξενοφῶν Αἰγιεύς, παρὰ δὲ τοῦ βασιλέως Ἀττάλου μόνος Ἀλέξανδρος, παρὰ δὲ τοῦ δήμου τῶν Ἀθηναίων οἱ περὶ Κηφισόδωρον.

18.11.1

Οὗτοι δὲ παρεγενήθησαν εἰς τὴν Ῥώμην πρὸ τοῦ τὴν σύγκλητον διαλαβεῖν ὑπὲρ τῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν καθεσταμένων ὑπάτων, πότερον ἀμφοτέρους εἰς τὴν Γαλατίαν τὸν ἕτερον αὐτῶν δεήσει πέμπειν ἐπὶ Φίλιππον. 18.11.2 πεπεισμένων δὲ τῶν τοῦ Τίτου φίλων μένειν τοὺς ὑπάτους ἀμφοτέρους κατὰ τὴν Ἰταλίαν διὰ τὸν ἀπὸ τῶν Κελτῶν φόβον, εἰσελθόντες εἰς τὴν σύγκλητον πάντες κατηγόρουν ἀποτόμως τοῦ Φιλίππου.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.10.3 Polyb. 18.10.10 (English) >>Polyb. 18.11.6

Powered by PhiloLogic