Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.10.8 Polyb. 18.11.3 (English) >>Polyb. 18.11.12

18.11.1

Οὗτοι δὲ παρεγενήθησαν εἰς τὴν Ῥώμην πρὸ τοῦ τὴν σύγκλητον διαλαβεῖν ὑπὲρ τῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν καθεσταμένων ὑπάτων, πότερον ἀμφοτέρους εἰς τὴν Γαλατίαν τὸν ἕτερον αὐτῶν δεήσει πέμπειν ἐπὶ Φίλιππον. 18.11.2 πεπεισμένων δὲ τῶν τοῦ Τίτου φίλων μένειν τοὺς ὑπάτους ἀμφοτέρους κατὰ τὴν Ἰταλίαν διὰ τὸν ἀπὸ τῶν Κελτῶν φόβον, εἰσελθόντες εἰς τὴν σύγκλητον πάντες κατηγόρουν ἀποτόμως τοῦ Φιλίππου. 18.11.3 τὰ μὲν οὖν ἄλλα παραπλήσια τοῖς καὶ πρὸς αὐτὸν τὸν βασιλέα πρότερον εἰρημένοις ἦν· 18.11.4 τοῦτο δʼ ἐπιμελῶς ἐντίκτειν ἐπειρῶντο τῇ συγκλήτῳ πάντες, διότι τῆς Χαλκίδος καὶ τοῦ Κορίνθου καὶ τῆς Δημητριάδος ὑπὸ τῷ Μακεδόνι ταττομένων οὐχ οἷόν τε τοὺς Ἕλληνας ἔννοιαν λαβεῖν ἐλευθερίας. 18.11.5 γὰρ αὐτὸς Φίλιππος εἶπε, τοῦτο καὶ λίαν ἀληθὲς ἔφασαν ὑπάρχειν· ὃς ἔφη τοὺς προειρημένους τόπους εἶναι πέδας Ἑλληνικάς, ὀρθῶς ἀποφαινόμενος. 18.11.6 οὔτε γὰρ Πελοποννησίους ἀναπνεῦσαι δυνατὸν ἐν Κορίνθῳ βασιλικῆς φρουρᾶς ἐγκαθημένης, οὔτε Λοκροὺς καὶ Βοιωτοὺς καὶ Φωκέας θαρρῆσαι Φιλίππου Χαλκίδα κατέχοντος καὶ τὴν ἄλλην Εὔβοιαν, 18.11.7 οὐδὲ μὴν Θετταλοὺς οὐδὲ Μάγνητας δυνατὸν ἐπαύρασθαι τῆς ἐλευθερίας οὐδέποτε, Δημητριάδα Φιλίππου κατέχοντος καὶ Μακεδόνων. 18.11.8 διὸ καὶ τὸ παραχωρεῖν τῶν ἄλλων τόπων τὸν Φίλιππον φαντασίαν εἶναι χάριν τοῦ τὸν παρόντα καιρὸν ἐκφυγεῖν· δʼ ἂν ἡμέρᾳ βουληθῇ, ῥᾳδίως πάλιν ὑφʼ αὑτὸν ποιήσεσθαι τοὺς Ἕλληνας, ἐὰν κρατῇ τῶν προειρημένων τόπων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.10.8 Polyb. 18.11.3 (English) >>Polyb. 18.11.12

Powered by PhiloLogic