Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.11.7 Polyb. 18.12.2 (English) >>Polyb. 18.13.5

18.11.12 οἱ μὲν οὖν παρὰ τῶν Ἑλλήνων πρέσβεις ταῦτα καὶ τούτοις παραπλήσια διελέχθησαν, οἱ δὲ παρὰ τοῦ Φιλίππου παρεσκευάσαντο μὲν ὡς ἐπὶ πλεῖον ποιησόμενοι τοὺς λόγους, ἐν ἀρχαῖς δʼ εὐθέως ἐκωλύθησαν· 18.11.13 ἐρωτηθέντες γὰρ εἰ παραχωροῦσι Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος, ἀπεῖπαν μηδεμίαν ἔχειν περὶ τούτων ἐντολήν. 18.11.14

Οὗτοι μὲν οὖν ἐπιτμηθέντες οὕτως κατέπαυσαν

18.12.1

τὸν λόγον. δὲ σύγκλητος τοὺς μὲν ὑπάτους ἀμφοτέρους εἰς Γαλατίαν ἐξαπέστειλε, καθάπερ ἐπάνω προεῖπα, τὸν δὲ πρὸς τὸν Φίλιππον πόλεμον ἐψηφίσατο κατάμονον εἶναι, δοῦσα τῷ Τίτῳ τὴν ἐπιτροπὴν ὑπὲρ τῶν Ἑλληνικῶν. 18.12.2 ταχὺ δὲ τούτων εἰς τὴν Ἑλλάδα διασαφηθέντων ἐγεγόνει τῷ Τίτῳ πάντα κατὰ νοῦν, ἐπὶ βραχὺ μὲν καὶ ταὐτομάτου συνεργήσαντος, τὸ δὲ πολὺ διὰ τῆς αὐτοῦ προνοίας ἁπάντων κεχειρισμένων. 18.12.3 πάνυ γὰρ ἀγχίνους, εἰ καί τις ἕτερος Ῥωμαίων, καὶ προειρημένος ἀνὴρ γέγονεν· 18.12.4 οὕτως γὰρ εὐστόχως ἐχείριζε καὶ νουνεχῶς οὐ μόνον τὰς κοινὰς ἐπιβολάς, ἀλλὰ καὶ τὰς κατʼ ἰδίαν ἐντεύξεις, ὥσθʼ ὑπερβολὴν μὴ καταλιπεῖν. 18.12.5 καίτοι γε καὶ νέος ἦν κομιδῇ· πλείω γὰρ τῶν τριάκοντʼ ἐτῶν οὐκ εἶχε· καὶ πρῶτος εἰς τὴν Ἑλλάδα διαβεβήκει μετὰ στρατοπέδων. —

18.13.1

Ἔμοιγε πολλάκις μὲν καὶ ἐπὶ πολλοῖς θαυμάζειν ἐπέρχεται τῶν ἀνθρωπείων ἁμαρτημάτων, μάλιστα δʼ ἐπὶ τῷ κατὰ τοὺς προδότας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.11.7 Polyb. 18.12.2 (English) >>Polyb. 18.13.5

Powered by PhiloLogic