Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.11.13 Polyb. 18.13.2 (English) >>Polyb. 18.14.1

18.12.4 οὕτως γὰρ εὐστόχως ἐχείριζε καὶ νουνεχῶς οὐ μόνον τὰς κοινὰς ἐπιβολάς, ἀλλὰ καὶ τὰς κατʼ ἰδίαν ἐντεύξεις, ὥσθʼ ὑπερβολὴν μὴ καταλιπεῖν. 18.12.5 καίτοι γε καὶ νέος ἦν κομιδῇ· πλείω γὰρ τῶν τριάκοντʼ ἐτῶν οὐκ εἶχε· καὶ πρῶτος εἰς τὴν Ἑλλάδα διαβεβήκει μετὰ στρατοπέδων. —

18.13.1

Ἔμοιγε πολλάκις μὲν καὶ ἐπὶ πολλοῖς θαυμάζειν ἐπέρχεται τῶν ἀνθρωπείων ἁμαρτημάτων, μάλιστα δʼ ἐπὶ τῷ κατὰ τοὺς προδότας. 18.13.2 διὸ καὶ βούλομαι τὰ πρέποντα τοῖς καιροῖς διαλεχθῆναι περὶ αὐτῶν. 18.13.3 καίτοι γʼ οὐκ ἀγνοῶ διότι δυσθεώρητον τόπος ἔχει τι καὶ δυσπαράγραφον· τίνα γὰρ ὡς ἀληθῶς προδότην δεῖ νομίζειν, οὐ ῥᾴδιον ἀποφήνασθαι. 18.13.4 δῆλον γὰρ ὡς οὔτε τοὺς ἐξ ἀκεραίου συντιθεμένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, 18.13.5 οὔτε τοὺς κατὰ τὰς περιστάσεις μετατιθέντας τὰς αὑτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμμαχίας, οὐδὲ τούτους. 18.13.6 πολλοῦ γε δεῖν· ἐπείτοι γε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν γεγόνασιν αἴτιοι ταῖς ἰδίαις πατρίσιν. 18.13.7 ἵνα δὲ μὴ πόρρωθεν τὰ παραδείγματα φέρωμεν, ἐξ αὐτῶν τῶν ἐνεστώτων ῥᾳδίως ἔσται τὸ λεγόμενον κατανοεῖν. 18.13.8 εἰ γὰρ μὴ σὺν καιρῷ τότε μετέρριψε τοὺς Ἀχαιοὺς Ἀρίσταινος ἀπὸ τῆς Φιλίππου συμμαχίας πρὸς τὴν Ῥωμαίων, φανερῶς ἄρδην ἀπολώλει τὸ ἔθνος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.11.13 Polyb. 18.13.2 (English) >>Polyb. 18.14.1

Powered by PhiloLogic