Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.15.2 Polyb. 18.15.10 (English) >>Polyb. 18.15.17

18.15.7 οὔτε γὰρ ἔλαθε πώποτε προδοὺς οὐδεὶς πόλιν στρατόπεδον φρούριον, ἀλλὰ κἂν παρʼ αὐτὸν τὸν τῆς πράξεως καιρὸν ἀγνοηθῇ τις, γʼ ἐπιγινόμενος χρόνος ἐποίησε φανεροὺς ἅπαντας· 18.15.8 οὐδὲ μὴν γνωσθεὶς οὐδεὶς οὐδέποτε μακάριον ἔσχε βίον, ἀλλʼ ὡς μὲν ἐπίπαν ὑπʼ αὐτῶν τούτων οἷς χαρίζονται τυγχάνουσι τῆς ἁρμοζούσης τιμωρίας. 18.15.9 χρῶνται μὲν γὰρ τοῖς προδόταις οἱ στρατηγοὶ καὶ δυνάσται πολλάκις διὰ τὸ συμφέρον· ὅταν γε μὴν ἀποχρήσωνται, χρῶνται λοιπὸν ὡς προδόταις, κατὰ τὸν Δημοσθένην, 18.15.10 μάλʼ εἰκότως ἡγούμενοι τὸν ἐγχειρίσαντα τοῖς ἐχθροῖς τὴν πατρίδα καὶ τοὺς ἐξ ἀρχῆς φίλους μηδέποτʼ ἂν εὔνουν σφίσι γενέσθαι μηδὲ διαφυλάξαι τὴν πρὸς αὐτοὺς πίστιν. 18.15.11 οὐ μὴν ἀλλʼ ἐὰν καὶ τὰς τούτων διαφύγωσι χεῖρας, τάς γε δὴ τῶν παρασπονδηθέντων οὐ ῥᾳδίως ἐκφυγγάνουσιν. 18.15.12 ἐὰν δέ ποτε καὶ τὰς ἀμφοτέρων τούτων ἐπιβουλὰς διολίσθωσιν, γε παρὰ τοῖς ἄλλοις ἀνθρώποις φήμη τιμωρὸς αὐτοῖς ἕπεται παρʼ ὅλον τὸν βίον, πολλοὺς μὲν φόβους ψευδεῖς, πολλοὺς δʼ ἀληθεῖς παριστάνουσα καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, πᾶσι δὲ συνεργοῦσα καὶ συνυποδεικνύουσα τοῖς κακόν τι κατʼ ἐκείνων βουλευομένοις, 18.15.13 τὸ δὲ τελευταῖον οὐδὲ κατὰ τοὺς ὕπνους ἐῶσα λήθην αὐτοὺς ἔχειν τῶν ἡμαρτημένων, ἀλλʼ ὀνειρώττειν ἀναγκάζουσα πᾶν γένος ἐπιβουλῆς καὶ περιπετείας, ἅτε συνειδότας ἑαυτοῖς τὴν ὑπάρχουσαν ἐκ πάντων ἀλλοτριότητα πρὸς σφᾶς καὶ τὸ κοινὸν μῖσος.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.15.2 Polyb. 18.15.10 (English) >>Polyb. 18.15.17

Powered by PhiloLogic