Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.15.16 Polyb. 18.17.3 (English) >>Polyb. 18.18.5

18.16.3 τότε δὲ πάλιν αὐτοῦ δέκα τάλαντα δόντος καὶ μυρίους μεδίμνους πυρῶν, πολλαπλασίως ἐπιταθέντες ταῖς εὐνοίαις εἰκόνα τε χρυσῆν ἐψηφίσαντο καὶ θυσίαν αὐτῷ συντελεῖν κατʼ ἔτος ἐνομοθέτησαν. 18.16.4 Ἄτταλος μὲν οὖν τυχὼν τῶν τιμῶν τούτων ἀπῆρεν εἰς Κεγχρεάς. —

18.17.1

Ὅτι Νάβις τύραννος ἀπολιπὼν ἐπὶ τῆς τῶν Ἀργείων πόλεως Τιμοκράτην τὸν Πελληνέα διὰ τὸ μάλιστα τούτῳ πιστεύειν καὶ χρῆσθαι πρὸς τὰς ἐπιφανεστάτας πράξεις, ἐπανῆλθεν εἰς τὴν Σπάρτην, καὶ μετά τινας ἡμέρας ἐξέπεμψε τὴν γυναῖκα, 18.17.2 δοὺς ἐντολὰς παραγενομένην εἰς Ἄργος περὶ πόρον γίνεσθαι χρημάτων. 18.17.3 δʼ ἀφικομένη πολὺ κατὰ τὴν ὠμότητα Νάβιν ὑπερέθετο· 18.17.4 ἀνακαλεσαμένη γὰρ τῶν γυναικῶν τινὰς μὲν κατʼ ἰδίαν, τινὰς δὲ κατὰ συγγένειαν, πᾶν γένος αἰκίας καὶ βίας προσέφερε, 18.17.5 μέχρι σχεδὸν ἁπασῶν οὐ μόνον τὸν χρυσοῦν ἀφείλετο κόσμον, ἀλλὰ καὶ τὸν ἱματισμὸν τὸν πολυτελέστατον. —

δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον, 18.17.6 ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. —

18.18.1

δὲ Τίτος οὐ δυνάμενος ἐπιγνῶναι τοὺς πολεμίους στρατοπεδεύουσι, τοῦτο δὲ σαφῶς εἰδὼς ὅτι πάρεισιν εἰς Θετταλίαν, προσέταξε κόπτειν χάρακα πᾶσιν ἕνεκα τοῦ παρακομίζειν μεθʼ αὑτῶν πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.15.16 Polyb. 18.17.3 (English) >>Polyb. 18.18.5

Powered by PhiloLogic