Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.16.4 Polyb. 18.18.2 (English) >>Polyb. 18.18.11

18.17.5 μέχρι σχεδὸν ἁπασῶν οὐ μόνον τὸν χρυσοῦν ἀφείλετο κόσμον, ἀλλὰ καὶ τὸν ἱματισμὸν τὸν πολυτελέστατον. —

δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον, 18.17.6 ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. —

18.18.1

δὲ Τίτος οὐ δυνάμενος ἐπιγνῶναι τοὺς πολεμίους στρατοπεδεύουσι, τοῦτο δὲ σαφῶς εἰδὼς ὅτι πάρεισιν εἰς Θετταλίαν, προσέταξε κόπτειν χάρακα πᾶσιν ἕνεκα τοῦ παρακομίζειν μεθʼ αὑτῶν πρὸς τὰς ἐκ τοῦ καιροῦ χρείας. 18.18.2 τοῦτο δὲ κατὰ μὲν τὴν Ἑλληνικὴν ἀγωγὴν ἀδύνατον εἶναι δοκεῖ, κατὰ δὲ τὴν τῶν Ῥωμαίων εὔκοπον. 18.18.3 οἱ μὲν γὰρ Ἕλληνες μόλις αὐτῶν κρατοῦσι τῶν σαρισῶν ἐν ταῖς πορείαις καὶ μόλις ὑπομένουσι τὸν ἀπὸ τούτων κόπον, 18.18.4 Ῥωμαῖοι δὲ τοὺς μὲν θυρεοὺς τοῖς ὀχεῦσι τοῖς σκυτίνοις ἐκ τῶν ὤμων ἐξηρτηκότες, ταῖς δὲ χερσὶν αὐτοὺς τοὺς γαίσους φέροντες, ἐπιδέχονται τὴν παρακομιδὴν τοῦ χάρακος. 18.18.5 ἅμα δὲ καὶ μεγάλην εἶναι συμβαίνει τὴν διαφορὰν τούτων· 18.18.6 οἱ μὲν γὰρ Ἕλληνες τοῦτον ἡγοῦνται χάρακα βέλτιστον, ὃς ἂν ἔχῃ πλείστας ἐκφύσεις καὶ μεγίστας πέριξ τοῦ πρέμνου, 18.18.7 παρὰ δὲ Ῥωμαίοις δύο κεραίας τρεῖς ἔχουσιν οἱ χάρακες, δὲ πλείστας τέτταρας· καὶ ταύτας ἔχοντες λαμβάνονται 18.18.8 οὐκ ἐναλλάξ. ἐκ δὲ τούτου συμβαίνει τήν τε κομιδὴν εὐχερῆ γίνεσθαι τελέως γὰρ εἷς ἀνὴρ φέρει τρεῖς καὶ τέτταρας συνθεὶς ἐπʼ ἀλλήλους



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.16.4 Polyb. 18.18.2 (English) >>Polyb. 18.18.11

Powered by PhiloLogic