Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.19.3 Polyb. 18.19.10 (English) >>Polyb. 18.20.7

18.19.7 προϊδόμενοι γὰρ σφᾶς αὐτοὺς ὑπὸ τὴν ὄρφνην ἐκ πάνυ βραχέος διαστήματος ἐπέστησαν, καὶ ταχέως ἔπεμπον, ἀποδηλοῦντες ἀμφότεροι τοῖς ἡγεμόσι τὸ γεγονὸς καὶ πυνθανόμενοι τί δέον εἴη ποιεῖν. 18.19.8 ἐπὶ τῶν ὑποκειμένων στρατοπεδειῶν κἀκείνους ἀνακαλεῖσθαι. 18.19.9 τῇ δʼ ἐπαύριον ἐξέπεμψαν ἀμφότεροι κατασκοπῆς ἕνεκα τῶν ἱππέων καὶ τῶν εὐζώνων περὶ τριακοσίους ἑκατέρων, ἐν οἷς Τίτος καὶ τῶν Αἰτωλῶν δύʼ οὐλαμοὺς ἐξαπέστειλε διὰ τὴν ἐμπειρίαν τῶν τόπων· 18.19.10 οἳ καὶ συμμίξαντες ἀλλήλοις ἐπὶ τάδε τῶν Φερῶν ὡς πρὸς Λάρισαν συνέβαλλον ἐκθύμως. 18.19.11 τῶν δὲ περὶ τὸν Εὐπόλεμον τὸν Αἰτωλὸν εὐρώστως κινδυνευόντων καὶ συνεκκαλουμένων τοὺς Ἰταλικοὺς πρὸς τὴν χρείαν, θλίβεσθαι συνέβαινε τοὺς Μακεδόνας. 18.19.12 καὶ τότε μὲν ἐπὶ πολὺν χρόνον ἀκροβολισάμενοι διεχωρίσθησαν εἰς τὰς αὑτῶν παρεμβολάς·

18.20.1

κατὰ δὲ τὴν ἐπιοῦσαν ἀμφότεροι δυσαρεστούμενοι τοῖς περὶ τὰς Φερὰς τόποις διὰ τὸ καταφύτους εἶναι καὶ πλήρεις αἱμασιῶν καὶ κηπίων ἀνέζευξαν. 18.20.2 μὲν οὖν Φίλιππος ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τὴν Σκοτοῦσσαν, σπεύδων ἐκ ταύτης τῆς πόλεως ἐφοδιάσασθαι, μετὰ δὲ ταῦτα γενόμενος εὐτρεπὴς λαβεῖν τόπους ἁρμόζοντας ταῖς αὑτοῦ δυνάμεσιν· 18.20.3 δὲ Τίτος ὑποπτεύσας τὸ μέλλον ἐκίνει τὴν δύναμιν ἅμα τῷ Φιλίππῳ, σπεύδων προκαταφθεῖραι τὸν ἐν τῇ Σκοτουσσαίᾳ σῖτον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.19.3 Polyb. 18.19.10 (English) >>Polyb. 18.20.7

Powered by PhiloLogic