Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.1.11 Polyb. 18.2.6 (English) >>Polyb. 18.3.6

18.2.3 μετὰ δὲ τοῦτον τῶν Ῥοδίων ναύαρχος Ἀκεσίμβροτος τῆς μὲν Περαίας ἐκέλευεν ἐκχωρεῖν τὸν Φίλιππον, ἧς αὐτῶν παρῄρηται, τὰς δὲ φρουρὰς ἐξάγειν ἐξ Ἰασοῦ καὶ Βαργυλίων καὶ τῆς Εὐρωμέων πόλεως, 18.2.4 ἀποκαταστῆσαι δὲ καὶ Περινθίους εἰς τὴν Βυζαντίων συμπολιτείαν, παραχωρεῖν δὲ καὶ Σηστοῦ καὶ Ἀβύδου καὶ τῶν ἐμπορίων καὶ λιμένων τῶν κατὰ τὴν Ἀσίαν ἁπάντων. 18.2.5 ἐπὶ δὲ τοῖς Ῥοδίοις Ἀχαιοὶ Κόρινθον ἀπῄτουν καὶ τὴν τῶν Ἀργείων πόλιν ἀβλαβῆ. 18.2.6 μετὰ δὲ τούτους Αἰτωλοὶ πρῶτον μὲν τῆς Ἑλλάδος ἁπάσης ἐκέλευον ἐξίστασθαι, καθάπερ καὶ Ῥωμαῖοι, δεύτερον αὑτοῖς ἀποκαθιστάναι τὰς πόλεις ἀβλαβεῖς τὰς πρότερον μετασχούσας τῆς τῶν Αἰτωλῶν συμπολιτείας.

18.3.1

Ταῦτα δʼ εἰπόντος τοῦ Φαινέου τοῦ τῶν Αἰτωλῶν στρατηγοῦ, μεταλαβὼν Ἀλέξανδρος προσαγορευόμενος Ἴσιος, ἀνὴρ δοκῶν πραγματικὸς εἶναι καὶ λέγειν ἱκανός, 18.3.2 οὔτε διαλύεσθαι νῦν ἔφησε τὸν Φίλιππον ἀληθινῶς οὔτε πολεμεῖν γενναίως, ὅταν δέῃ τοῦτο πράττειν, ἀλλʼ ἐν μὲν τοῖς συλλόγοις καὶ ταῖς ὁμιλίαις ἐνεδρεύειν καὶ παρατηρεῖν καὶ ποιεῖν τὰ τοῦ πολεμοῦντος ἔργα, κατʼ αὐτὸν δὲ τὸν πόλεμον ἀδίκως ἵστασθαι καὶ λίαν ἀγεννῶς· 18.3.3 ἀφέντα γὰρ τοῦ κατὰ πρόσωπον ἀπαντᾶν τοῖς πολεμίοις, φεύγοντα τὰς πόλεις ἐμπιπράναι καὶ διαρπάζειν καὶ διὰ ταύτης τῆς προαιρέσεως ἡττώμενον τὰ τῶν νικώντων ἆθλα λυμαίνεσθαι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.1.11 Polyb. 18.2.6 (English) >>Polyb. 18.3.6

Powered by PhiloLogic