Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.19.12 Polyb. 18.20.9 (English) >>Polyb. 18.21.7

18.20.6 τῇ δʼ ὑστεραίᾳ προελθόντες ἐστρατοπέδευσαν, Φίλιππος μὲν ἐπὶ τὸ Μελάμβιον προσαγορευόμενον τῆς Σκοτουσσαίας, Τίτος δὲ περὶ τὸ Θετίδειον τῆς Φαρσαλίας, ἀκμὴν ἀγνοοῦντες ἀλλήλους. 18.20.7 ἐπιγενομένου δʼ ὄμβρου καὶ βροντῶν ἐξαισίων, πάντα συνέβη τὸν ἀέρα τὸν ἐκ τῶν νεφῶν κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ὑπὸ τὴν ἑωθινὴν πεσεῖν ἐπὶ τὴν γῆν, ὥστε διὰ τὸν ἐφεστῶτα ζόφον μηδὲ τοὺς ἐν ποσὶ δύνασθαι βλέπειν. 18.20.8 οὐ μὴν ἀλλʼ γε Φίλιππος κατανύσαι σπεύδων ἐπὶ τὸ προκείμενον, ἀναζεύξας προῄει μετὰ πάσης τῆς στρατιᾶς. 18.20.9 δυσχρηστούμενος δὲ κατὰ τὴν πορείαν διὰ τὴν ὀμίχλην, βραχὺν τόπον διανύσας τὴν μὲν δύναμιν εἰς χάρακα παρενέβαλε, τὴν δʼ ἐφεδρείαν ἀπέστειλε, συντάξας ἐπὶ τοὺς ἄκρους ἐπιβαλεῖν τῶν μεταξὺ κειμένων βουνῶν.

18.21.1

δὲ Τίτος στρατοπεδεύων περὶ τὸ Θετίδειον, καὶ διαπορούμενος ὑπὲρ τῶν πολεμίων ποῦ ποτʼ εἰσί, δέκα προθέμενος οὐλαμοὺς καὶ τῶν εὐζώνων εἰς χιλίους ἐξαπέστειλε, παρακαλέσας εὐλαβῶς ἐξερευνωμένους ἐπιπορεύεσθαι τὴν χώραν· 18.21.2 οἳ καὶ προάγοντες ὡς ἐπὶ τὰς ὑπερβολὰς ἔλαθον ἐμπεσόντες εἰς τὴν τῶν Μακεδόνων ἐφεδρείαν διὰ τὸ δύσοπτον τῆς ἡμέρας. 18.21.3 οὗτοι μὲν οὖν ἐν ταῖς ἀρχαῖς ἐπὶ βραχὺ διαταραχθέντες ἀμφότεροι μετʼ ὀλίγον ἤρξαντο καταπειράζειν ἀλλήλων, διεπέμψαντο δὲ καὶ πρὸς τοὺς ἑαυτῶν ἡγεμόνας ἑκάτεροι τοὺς διασαφήσοντας τὸ γεγονός·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.19.12 Polyb. 18.20.9 (English) >>Polyb. 18.21.7

Powered by PhiloLogic