Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.21.5 Polyb. 18.22.5 (English) >>Polyb. 18.22.10

18.22.2 τότε δὲ πυνθανόμενος τὰ συμβαίνοντα παρὰ τῶν διαποστελλομένων, καὶ τῆς ὀμίχλης ἤδη διαφαινούσης, παρακαλέσας Ἡρακλείδην τε τὸν Γυρτώνιον, ὃς ἡγεῖτο τῆς Θετταλικῆς ἵππου, καὶ Λέοντα τὸν τῶν Μακεδόνων ἱππάρχην ἐξέπεμπε, σὺν δὲ τούτοις Ἀθηναγόραν ἔχοντα πάντας τοὺς μισθοφόρους πλὴν τῶν Θρᾳκῶν. 18.22.3 συναψάντων δὲ τούτων τοῖς ἐν ταῖς ἐφεδρείαις, καὶ προσγενομένης τοῖς Μακεδόσι βαρείας χειρός, ἐνέκειντο τοῖς πολεμίοις· καὶ πάλιν οὗτοι τοὺς Ῥωμαίους ἤλαυνον ἐκ μεταβολῆς ἀπὸ τῶν ἄκρων. 18.22.4 μέγιστον δʼ αὐτοῖς ἐμπόδιον ἦν τοῦ μὴ τρέψασθαι τοὺς πολεμίους ὁλοσχερῶς τῶν Αἰτωλικῶν ἱππέων φιλοτιμία· πάνυ γὰρ ἐκθύμως οὗτοι καὶ παραβόλως ἐκινδύνευον. 18.22.5 Αἰτωλοὶ γάρ, καθʼ ὅσον ἐν τοῖς πεζικοῖς ἐλλιπεῖς εἰσι καὶ τῷ καθοπλισμῷ καὶ τῇ συντάξει πρὸς τοὺς ὁλοσχερεῖς ἀγῶνας, κατὰ τοσοῦτον τοῖς ἱππικοῖς διαφέρουσι πρὸς τὸ βέλτιον τῶν ἄλλων Ἑλλήνων ἐν τοῖς κατὰ μέρος καὶ κατʼ ἰδίαν κινδύνοις. 18.22.6 διὸ καὶ τότε τούτων παρακατασχόντων τὴν ἐπιφορὰν τῶν πολεμίων, οὐκέτι συνηλάσθησαν ἕως εἰς τοὺς ἐπιπέδους τόπους, βραχὺ δʼ ἀποσχόντες ἐκ μεταβολῆς ἔστησαν. 18.22.7 δὲ Τίτος, θεωρῶν οὐ μόνον τοὺς εὐζώνους καὶ τοὺς ἱππέας ἐγκεκλικότας, ἀλλὰ διὰ τούτους καὶ τὴν ὅλην δύναμιν ἐπτοημένην, ἐξῆγε τὸ στράτευμα πᾶν καὶ παρενέβαλε πρὸς τοῖς βουνοῖς.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.21.5 Polyb. 18.22.5 (English) >>Polyb. 18.22.10

Powered by PhiloLogic