18.23.1
Ὁ δὲ Τίτος παρεμβαλὼν τὴν αὑτοῦ στρατιὰν ἑξῆς ἅπασαν, ἅμα μὲν ἐφήδρευε τοῖς προκινδυνεύουσιν, ἅμα δὲ παρεκάλει τὰς τάξεις ἐπιπορευόμενος. ἡ δὲ παράκλησις ἦν αὐτοῦ βραχεῖα μέν,
18.23.2 ἐμφαντικὴ δὲ καὶ γνώριμος τοῖς ἀκούουσιν. ἐναργῶς γὰρ ὑπὸ τὴν ὄψιν ἐνδεικνύμενος ἔλεγε τοῖς αὑτοῦ στρατιώταις
18.23.3 Οὐχ οὗτοι Μακεδόνες εἰσίν, ὦ ἄνδρες, οὓς ὑμεῖς προκατέχοντας ἐν Μακεδονίᾳ τὰς εἰς τὴν Ἐορδαίαν ὑπερβολὰς ἐκ τοῦ προφανοῦς μετὰ Σολπικίου βιασάμενοι πρὸς τόπους ὑπερδεξίους ἐξεβάλετε, πολλοὺς αὐτῶν ἀποκτείναντες;
18.23.4 οὐχ οὗτοι Μακεδόνες εἰσίν, οὓς ὑμεῖς προκατέχοντας τὰς ἀπηλπισμένας ἐν Ἠπείρῳ δυσχωρίας ἐκβιασάμενοι ταῖς ἑαυτῶν ἀρεταῖς φεύγειν ἠναγκάσατε ῥίψαντας τὰ ὅπλα, τέως εἰς Μακεδονίαν ἀνεκομίσθησαν;
18.23.5 πῶς οὖν ὑμᾶς εὐλαβεῖσθαι καθήκει, μέλλοντας ἐξ ἴσου ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς αὐτούς; τί δὲ προορᾶσθαι τῶν προγεγονότων, ἀλλʼ οὐ τἀναντία διʼ ἐκεῖνα καὶ νῦν θαρρεῖν;
18.23.6 διόπερ, ὦ ἄνδρες, παρακαλέσαντες σφᾶς αὐτοὺς ὁρμᾶσθε πρὸς τὸν κίνδυνον ἐρρωμένως· θεῶν γὰρ βουλομένων ταχέως πέπεισμαι ταὐτὸ τέλος ἀποβήσεσθαι τῆς παρούσης μάχης τοῖς προγεγονόσι κινδύνοις
18.23.7 . οὗτος μὲν οὖν ταῦτʼ εἰπὼν τὸ μὲν δεξιὸν μέρος ἐκέλευε μένειν κατὰ χώραν καὶ τὰ θηρία πρὸ τούτων, τῷ δʼ εὐωνύμῳ μετὰ τῶν εὐζώνων ἐπῄει σοβαρῶς τοῖς πολεμίοις·