Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.22.9 Polyb. 18.23.7 (English) >>Polyb. 18.24.6

18.23.4 οὐχ οὗτοι Μακεδόνες εἰσίν, οὓς ὑμεῖς προκατέχοντας τὰς ἀπηλπισμένας ἐν Ἠπείρῳ δυσχωρίας ἐκβιασάμενοι ταῖς ἑαυτῶν ἀρεταῖς φεύγειν ἠναγκάσατε ῥίψαντας τὰ ὅπλα, τέως εἰς Μακεδονίαν ἀνεκομίσθησαν; 18.23.5 πῶς οὖν ὑμᾶς εὐλαβεῖσθαι καθήκει, μέλλοντας ἐξ ἴσου ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς αὐτούς; τί δὲ προορᾶσθαι τῶν προγεγονότων, ἀλλʼ οὐ τἀναντία διʼ ἐκεῖνα καὶ νῦν θαρρεῖν; 18.23.6 διόπερ, ἄνδρες, παρακαλέσαντες σφᾶς αὐτοὺς ὁρμᾶσθε πρὸς τὸν κίνδυνον ἐρρωμένως· θεῶν γὰρ βουλομένων ταχέως πέπεισμαι ταὐτὸ τέλος ἀποβήσεσθαι τῆς παρούσης μάχης τοῖς προγεγονόσι κινδύνοις 18.23.7 . οὗτος μὲν οὖν ταῦτʼ εἰπὼν τὸ μὲν δεξιὸν μέρος ἐκέλευε μένειν κατὰ χώραν καὶ τὰ θηρία πρὸ τούτων, τῷ δʼ εὐωνύμῳ μετὰ τῶν εὐζώνων ἐπῄει σοβαρῶς τοῖς πολεμίοις· 18.23.8 οἱ δὲ προκινδυνεύοντες τῶν Ῥωμαίων, προσλαβόντες τὴν τῶν πεζῶν στρατοπέδων ἐφεδρείαν, ἐκ μεταβολῆς ἐνέκειντο τοῖς ὑπεναντίοις.

18.24.1

Φίλιππος δὲ κατὰ τὸν αὐτὸν καιρόν, ἐπειδὴ τὸ πλέον μέρος ἤδη τῆς ἑαυτοῦ δυνάμεως ἑώρα παρεμβεβληκὸς πρὸ τοῦ χάρακος, αὐτὸς μὲν ἀναλαβὼν τοὺς πελταστὰς καὶ τὸ δεξιὸν τῆς φάλαγγος προῆγε, σύντονον ποιούμενος τὴν πρὸς τοὺς λόφους ἀνάβασιν, 18.24.2 τοῖς δὲ περὶ τὸν Νικάνορα τὸν ἐπικαλούμενον ἐλέφαντα συνέταξε φροντίζειν ἵνα τὸ λοιπὸν μέρος τῆς δυνάμεως ἐκ ποδὸς ἕπηται.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.22.9 Polyb. 18.23.7 (English) >>Polyb. 18.24.6

Powered by PhiloLogic