Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.26.7 Polyb. 18.27.2 (English) >>Polyb. 18.28.1

18.26.11 μετὰ δὲ ταῦτα πυθόμενος τὴν αἰτίαν τοῦ συμβαίνοντος παρακατεῖχε τοὺς μεθʼ αὑτοῦ φείσασθαι κρίνων τῶν ἀποδεδειλιακότων. 18.26.12 ἀκμὴν δὲ τοῦ Τίτου ταῦτα διανοουμένου τῶν προηγουμένων τινὲς ἐπιπεσόντες αὐτοῖς ἐξ ὑπερδεξίου προσέφερον τὰς χεῖρας, καὶ τοὺς μὲν πλείους διέφθειρον, ὀλίγοι δέ τινες διέφυγον ῥίψαντες τὰ ὅπλα.

18.27.1

Πανταχόθεν δὲ τοῦ κινδύνου συντέλειαν εἰληφότος καὶ κρατούντων τῶν Ῥωμαίων, μὲν Φίλιππος ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὰ Τέμπη. 18.27.2 καὶ τῇ μὲν πρώτῃ περὶ τὸν Ἀλεξάνδρου καλούμενον πύργον ηὐλίσθη, τῇ δʼ ὑστεραίᾳ προελθὼν εἰς Γόννους ἐπὶ τὴν εἰσβολὴν τῶν Τεμπῶν ἐπέμεινε, βουλόμενος ἀναδέξασθαι τοὺς ἐκ τῆς φυγῆς ἀνασῳζομένους. 18.27.3 οἱ δὲ Ῥωμαῖοι, μέχρι μέν τινος ἐπακολουθήσαντες τοῖς φεύγουσιν, οἱ μὲν ἐσκύλευον τοὺς τεθνεῶτας, οἱ δὲ τοὺς αἰχμαλώτους ἥθροιζον, οἱ δὲ πλείους ὥρμησαν ἐπὶ τὴν διαρπαγὴν τοῦ τῶν πολεμίων χάρακος· 18.27.4 ἔνθα δὴ καταλαβόντες τοὺς Αἰτωλοὺς προεμπεπτωκότας καὶ δόξαντες στέρεσθαι τῆς σφίσι καθηκούσης ὠφελείας, ἤρξαντο καταμέμφεσθαι τοὺς Αἰτωλοὺς καὶ λέγειν πρὸς τὸν στρατηγὸν ὅτι τοὺς μὲν κινδύνους αὐτοῖς ἐπιτάττει, τῆς δʼ ὠφελείας ἄλλοις παρακεχώρηκε. 18.27.5 καὶ τότε μὲν ἐπανελθόντες εἰς τὴν ἑαυτῶν στρατοπεδείαν ηὐλίσθησαν, εἰς δὲ τὴν ἐπαύριον ἅμα μὲν ἥθροιζον τοὺς αἰχμαλώτους καὶ τὰ λειπόμενα τῶν σκύλων, ἅμα δὲ προῆγον ποιούμενοι τὴν πορείαν ὡς ἐπὶ Λαρίσης.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.26.7 Polyb. 18.27.2 (English) >>Polyb. 18.28.1

Powered by PhiloLogic