Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.31.3 Polyb. 18.31.11 (English) >>Polyb. 18.32.6

18.31.8 οὐ μὴν ἀλλʼ ἔστω τόπους εὑρῆσθαι τοιούτους. ἐὰν οὖν οἱ μὲν πολεμοῦντες εἰς μὲν τούτους μὴ συγκαταβαίνωσι, περιπορευόμενοι δὲ πορθῶσι τὰς πόλεις καὶ τὴν χώραν τὴν τῶν συμμάχων, τί τῆς τοιαύτης ὄφελος ἔσται συντάξεως; 18.31.9 μένουσα μὲν γὰρ ἐν τοῖς ἐπιτηδείοις αὑτῇ τόποις οὐχ οἷον ὠφελεῖν δύναιτʼ ἂν τοὺς φίλους, ἀλλʼ οὐδʼ ἑαυτὴν σῴζειν. 18.31.10 αἱ γὰρ τῶν ἐπιτηδείων παρακομιδαὶ κωλυθήσονται ῥᾳδίως ὑπὸ τῶν πολεμίων, ὅταν ἀκονιτὶ κρατῶσι τῶν ὑπαίθρων· 18.31.11 ἐὰν δʼ ἀπολιποῦσα τοὺς οἰκείους τόπους βούληταί τι πράττειν, εὐχείρωτος ἔσται τοῖς πολεμίοις. 18.31.12 οὐ μὴν ἀλλὰ κἂν εἰς τοὺς ἐπιπέδους συγκαταβάς τις τόπους μὴ πᾶν ἅμα τὸ σφέτερον στρατόπεδον ὑπὸ τὴν ἐπαγωγὴν τῆς φάλαγγος καὶ τὸν ἕνα καιρὸν ὑποβάλῃ, βραχέα δὲ φυγομαχήσῃ κατʼ αὐτὸν τὸν τοῦ κινδύνου καιρόν, εὐθεώρητον γίνεται τὸ συμβησόμενον ἐξ ὧν

18.32.1

ποιοῦσι Ῥωμαῖοι νῦν. οὐκέτι γὰρ ἐκ τοῦ λόγου δεῖ τεκμαίρεσθαι τὸ νυνὶ λεγόμενον ὑφʼ ἡμῶν, ἀλλʼ ἐκ τῶν ἤδη γεγονότων. 18.32.2 οὐ γὰρ ἐξισώσαντες τὴν παράταξιν πᾶσιν ἅμα συμβάλλουσι τοῖς στρατοπέδοις μετωπηδὸν πρὸς τὰς φάλαγγας, ἀλλὰ τὰ μὲν ἐφεδρεύει τῶν μερῶν αὐτοῖς, τὰ δὲ συμμίσγει τοῖς πολεμίοις. 18.32.3 λοιπόν, ἄν τʼ ἐκπιέσωσιν οἱ φαλαγγῖται τοὺς καθʼ αὑτοὺς προσβάλλοντες ἄν τʼ ἐκπιεσθῶσιν ὑπὸ τούτων, λέλυται τὸ τῆς φάλαγγος ἴδιον·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.31.3 Polyb. 18.31.11 (English) >>Polyb. 18.32.6

Powered by PhiloLogic