Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.32.5 Polyb. 18.32.13 (English) >>Polyb. 18.33.6

18.32.10 πᾶς γὰρ Ῥωμαῖος, ὅταν ἅπαξ καθοπλισθεὶς ὁρμήσῃ πρὸς τὴν χρείαν, ὁμοίως ἥρμοσται πρὸς πάντα τόπον καὶ καιρὸν καὶ πρὸς πᾶσαν ἐπιφάνειαν. 18.32.11 καὶ μὴν ἕτοιμός ἐστι καὶ τὴν αὐτὴν ἔχει διάθεσιν, ἄν τε μετὰ πάντων δέῃ κινδυνεύειν ἄν τε μετὰ μέρους ἄν τε κατὰ σημαίαν ἄν τε καὶ κατʼ ἄνδρα. 18.32.12 διὸ καὶ παρὰ πολὺ τῆς κατὰ μέρος εὐχρηστίας διαφερούσης, παρὰ πολὺ καὶ τὰ τέλη συνεξακολουθεῖ ταῖς Ῥωμαίων προθέσεσι μᾶλλον ταῖς τῶν ἄλλων. 18.32.13 περὶ μὲν οὖν τούτων ἀναγκαῖον ἡγησάμην εἶναι τὸ διὰ πλειόνων ποιήσασθαι μνήμην διὰ τὸ καὶ παρʼ αὐτὸν τὸν καιρὸν πολλοὺς τῶν Ἑλλήνων διαλαμβάνειν, ὅτε Μακεδόνες ἡττήθησαν, ἀπίστῳ τὸ γεγονὸς ἐοικέναι, καὶ μετὰ ταῦτα πολλοὺς διαπορήσειν διὰ τί καὶ πῶς λείπεται τὸ σύνταγμα τῆς φάλαγγος ὑπὸ τοῦ Ῥωμαίων καθοπλισμοῦ.

18.33.1

Φίλιππος δέ, τὰ δυνατὰ πεποιηκὼς πρὸς τὸν ἀγῶνα, τοῖς δʼ ὅλοις πράγμασιν ἐσφαλμένος, ἀναδεξάμενος ὅσους ἐδύνατο πλείστους τῶν ἐκ τῆς μάχης ἀνασῳζομένων, αὐτὸς μὲν ὥρμησε διὰ τῶν Τεμπῶν εἰς Μακεδονίαν. 18.33.2 εἰς δὲ τὴν Λάρισαν ἔτι τῇ προτεραίᾳ νυκτὶ διεπέμψατό τινα τῶν ὑπασπιστῶν, ἐντειλάμενος ἀφανίσαι καὶ κατακαῦσαι τὰ βασιλικὰ γράμματα, ποιῶν πρᾶγμα βασιλικὸν τὸ μηδʼ ἐν τοῖς δεινοῖς λήθην ποιεῖσθαι τοῦ καθήκοντος·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.32.5 Polyb. 18.32.13 (English) >>Polyb. 18.33.6

Powered by PhiloLogic