18.32.6 ὅταν δὲ τοὺς μὲν τῆς φάλαγγος καιροὺς καὶ τὰ προτερήματα ῥᾴδιον ᾖ φυλάξασθαι, τοὺς δὲ κατὰ τῆς φάλαγγος ἀδύνατον, πῶς οὐ μεγάλην εἰκὸς εἶναι τὴν διαφορὰν ἐπὶ τῆς ἀληθείας τῶν προειρημένων;
18.32.7 καὶ μὴν πορευθῆναι διὰ τόπων παντοδαπῶν ἀναγκαῖον τοὺς χρωμένους φάλαγγι καὶ καταστρατοπεδεῦσαι, ἔτι δὲ τόπους εὐκαίρους προκαταλαβέσθαι καὶ πολιορκῆσαί τινας καὶ πολιορκηθῆναι καὶ παραδόξοις ἐπιφανείαις περιπεσεῖν·
18.32.8 ἅπαντα γὰρ ταῦτʼ ἐστὶ πολέμου μέρη καὶ ῥοπὰς ποιεῖ πρὸς τὸ νικᾶν, ποτὲ μὲν ὁλοσχερεῖς, ποτὲ δὲ μεγάλας.
18.32.9 ἐν οἷς πᾶσιν ἡ μὲν Μακεδόνων ἐστὶ σύνταξις δύσχρηστος, ποτὲ δʼ ἄχρηστος, διὰ τὸ μὴ δύνασθαι τὸν φαλαγγίτην μήτε κατὰ τάγμα μήτε κατʼ ἄνδρα παρέχεσθαι χρείαν, ἡ δὲ Ῥωμαίων εὔχρηστος·
18.32.10 πᾶς γὰρ Ῥωμαῖος, ὅταν ἅπαξ καθοπλισθεὶς ὁρμήσῃ πρὸς τὴν χρείαν, ὁμοίως ἥρμοσται πρὸς πάντα τόπον καὶ καιρὸν καὶ πρὸς πᾶσαν ἐπιφάνειαν.
18.32.11 καὶ μὴν ἕτοιμός ἐστι καὶ τὴν αὐτὴν ἔχει διάθεσιν, ἄν τε μετὰ πάντων δέῃ κινδυνεύειν ἄν τε μετὰ μέρους ἄν τε κατὰ σημαίαν ἄν τε καὶ κατʼ ἄνδρα.
18.32.12 διὸ καὶ παρὰ πολὺ τῆς κατὰ μέρος εὐχρηστίας διαφερούσης, παρὰ πολὺ καὶ τὰ τέλη συνεξακολουθεῖ ταῖς Ῥωμαίων προθέσεσι μᾶλλον ἢ ταῖς τῶν ἄλλων.
18.32.13 περὶ μὲν οὖν τούτων ἀναγκαῖον ἡγησάμην εἶναι τὸ διὰ πλειόνων ποιήσασθαι μνήμην διὰ τὸ καὶ παρʼ αὐτὸν τὸν καιρὸν πολλοὺς τῶν Ἑλλήνων διαλαμβάνειν, ὅτε Μακεδόνες ἡττήθησαν, ἀπίστῳ τὸ γεγονὸς ἐοικέναι, καὶ μετὰ ταῦτα πολλοὺς διαπορήσειν διὰ τί καὶ πῶς λείπεται τὸ σύνταγμα τῆς φάλαγγος ὑπὸ τοῦ Ῥωμαίων καθοπλισμοῦ.