Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.33.2 Polyb. 18.33.8 (English) >>Polyb. 18.34.8

18.33.6 καθάπερ γὰρ καὶ τὰς ἐξ ἀρχῆς ὁρμὰς ἐπὶ τὸ δέον αὐτοῦ σαφῶς ἐδηλώσαμεν, καὶ πάλιν τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν, καὶ πότε καὶ διὰ τί καὶ πῶς ἐγένετο, καὶ τὰς ἐν ταύτῃ πράξεις μετʼ ἀποδείξεως ἐξηγησάμεθα, 18.33.7 τὸν αὐτὸν τρόπον χρὴ καὶ τὴν μετάνοιαν αὐτοῦ δηλῶσαι καὶ τὴν εὐστοχίαν, καθʼ ἣν μεταθέμενος τοῖς ἐκ τῆς τύχης ἐλαττώμασιν εὐλογιστότατα δοκεῖ κεχρῆσθαι τοῖς καθʼ αὑτὸν καιροῖς. 18.33.8 Τίτος δὲ μετὰ τὴν μάχην ποιησάμενος τὴν καθήκουσαν πρόνοιαν περί τε τῶν αἰχμαλώτων καὶ τῶν ἄλλων λαφύρων, ᾔει πρὸς Λάρισαν. —

18.34.1

καθόλου τῇ περὶ τὰ λάφυρα πλεονεξίᾳ τῶν Αἰτωλῶν εἴτʼ οὐκ ἐβούλετο Φίλιππον ἐκβαλὼν ἐκ τῆς ἀρχῆς Αἰτωλοὺς καταλιπεῖν δεσπότας τῶν Ἑλλήνων. 18.34.2 δυσχερῶς δʼ ἔφερε καὶ τὴν ἀλαζονείαν αὐτῶν, θεωρῶν ἀντεπιγραφομένους ἐπὶ τὸ νίκημα καὶ πληροῦντας τὴν Ἑλλάδα τῆς αὑτῶν ἀνδραγαθίας. 18.34.3 διὸ καὶ κατά τε τὰς ἐντεύξεις ἀγερωχότερον αὐτοῖς ἀπήντα καὶ περὶ τῶν κοινῶν ἀπεσιώπα, τὰ δὲ προκείμενα συνετέλει καὶ διʼ αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων. 18.34.4 τοιαύτης δʼ οὔσης δυσχρηστίας ἐν ἀμφοτέροις, ἧκον πρεσβευταὶ μετά τινας ἡμέρας παρὰ τοῦ Φιλίππου Δημοσθένης καὶ Κυκλιάδας καὶ Λιμναῖος. 18.34.5 πρὸς οὓς κοινολογηθεὶς Τίτος ἐπὶ πλεῖον μετὰ τῶν χιλιάρχων πεντεκαιδεχημέρους ἀνοχὰς ἐποιήσατο παραχρῆμα, συνετάξατο δὲ καὶ συμπορεύεσθαι τῷ Φιλίππῳ κοινολογησόμενος ὑπὲρ τῶν καθεστώτων ἐν ταύταις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.33.2 Polyb. 18.33.8 (English) >>Polyb. 18.34.8

Powered by PhiloLogic