Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.34.2 Polyb. 18.35.1 (English) >>Polyb. 18.35.7

18.34.7 ἤδη γὰρ κατὰ τὴν Ἑλλάδα τῆς δωροδοκίας ἐπιπολαζούσης καὶ τοῦ μηδένα μηδὲν δωρεὰν πράττειν, καὶ τοῦ χαρακτῆρος τούτου νομιστευομένου παρὰ τοῖς Αἰτωλοῖς, οὐκ ἐδύναντο πιστεύειν διότι χωρὶς δώρων τηλικαύτη μεταβολὴ γέγονε τοῦ Τίτου πρὸς τὸν Φίλιππον, 18.34.8 οὐκ εἰδότες τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα περὶ τοῦτο τὸ μέρος, ἀλλʼ ἐξ αὑτῶν τεκμαιρόμενοι καὶ συλλογιζόμενοι διότι τὸν μὲν Φίλιππον εἰκὸς ἦν προτείνειν πλῆθος χρημάτων διὰ τὸν καιρόν, τὸν δὲ Τίτον μὴ δύνασθαι τούτοις ἀντοφθαλμεῖν.

18.35.1

Ἐγὼ δὲ κατὰ μὲν τοὺς ἀνωτέρω χρόνους καὶ κοινὴν ἂν ποιούμενος ἀπόφασιν ἐθάρρησα περὶ πάντων Ῥωμαίων εἰπεῖν ὡς οὐδὲν ἂν πράξαιεν τοιοῦτον, λέγω δὲ πρότερον τοῖς διαποντίοις αὐτοὺς ἐγχειρῆσαι πολέμοις, ἕως ἐπὶ τῶν ἰδίων ἐθῶν καὶ νομίμων ἔμενον. 18.35.2 ἐν δὲ τοῖς νῦν καιροῖς περὶ πάντων μὲν οὐκ ἂν τολμήσαιμι τοῦτʼ εἰπεῖν· κατʼ ἰδίαν μέντοι γε περὶ πλειόνων ἀνδρῶν ἐν Ῥώμῃ θαρρήσαιμʼ ἂν ἀποφήνασθαι διότι δύνανται τὴν πίστιν ἐν τούτῳ τῷ μέρει διαφυλάττειν. 18.35.3 μαρτυρίας δὲ χάριν ὁμολογούμενα δύʼ ὀνόματα τοῦ μὴ δοκεῖν ἀδύνατα λέγειν. 18.35.4 Λεύκιος μὲν γὰρ Αἰμίλιος Περσέα νικήσας, κύριος γενόμενος τῆς Μακεδόνων βασιλείας, ἐν τῆς ἄλλης χωρὶς κατασκευῆς καὶ χορηγίας ἐν αὐτοῖς εὑρέθη τοῖς θησαυροῖς ἀργυρίου καὶ χρυσίου πλείω τῶν ἑξακισχιλίων ταλάντων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.34.2 Polyb. 18.35.1 (English) >>Polyb. 18.35.7

Powered by PhiloLogic