Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.35.10 Polyb. 18.36.4 (English) >>Polyb. 18.37.2

18.36.1

Ἀλλὰ γὰρ ὑπὲρ μὲν τούτων οἰκειότερον λαβόντες καιρὸν ποιησόμεθα τὴν ἐπὶ πλεῖον διαστολήν. δὲ Τίτος ταξάμενος ἡμέραν πρὸς τὸν Φίλιππον τοῖς μὲν συμμάχοις ἔγραψε παραχρῆμα, διασαφῶν πότε δεήσει παρεῖναι πρὸς τὸν σύλλογον, αὐτὸς δὲ μετά τινας ἡμέρας ἧκε πρὸς τὴν εἰσβολὴν τῶν Τεμπῶν εἰς τὸν ταχθέντα χρόνον. 18.36.2 ἁθροισθέντων δὲ τῶν συμμάχων καὶ τοῦ συνεδρίου συναχθέντος ἐξ αὐτῶν τούτων, ἀναστὰς τῶν Ῥωμαίων στρατηγὸς ἐκέλευε λέγειν ἕκαστον ἐφʼ οἷς δεῖ ποιεῖσθαι τὰς πρὸς τὸν Φίλιππον διαλύσεις. 18.36.3 Ἀμύνανδρος μὲν οὖν βασιλεὺς βραχέα διαλεχθεὶς καὶ μέτρια κατέπαυσε τὸν λόγον· 18.36.4 ἠξίου γὰρ πρόνοιαν αὑτοῦ ποιήσασθαι πάντας, ἵνα μὴ χωρισθέντων Ῥωμαίων ἐκ τῆς Ἑλλάδος εἰς ἐκεῖνον ἀπερείδηται τὴν ὀργὴν Φίλιππος· εἶναι γὰρ εὐχειρώτους Ἀθαμᾶνας αἰεὶ Μακεδόσι διά τε τὴν ἀσθένειαν καὶ γειτνίασιν τῆς χώρας. 18.36.5 μετὰ δὲ τοῦτον Ἀλέξανδρος Αἰτωλὸς ἀναστάς, καθότι μὲν ἥθροικε τοὺς συμμάχους ἐπὶ τὸ περὶ τῶν διαλύσεων διαβούλιον καὶ καθόλου νῦν ἑκάστους ἀξιοῖ λέγειν τὸ φαινόμενον, 18.36.6 ἐπῄνεσε τὸν Τίτον, τοῖς δʼ ὅλοις πράγμασιν ἀγνοεῖν ἔφη καὶ παραπίπτειν αὐτόν, εἰ πέπεισται διαλύσεις ποιησάμενος πρὸς Φίλιππον Ῥωμαίοις τὴν εἰρήνην τοῖς Ἕλλησι τὴν ἐλευθερίαν βέβαιον ἀπολείψειν· οὐδέτερον γὰρ εἶναι τούτων δυνατόν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.35.10 Polyb. 18.36.4 (English) >>Polyb. 18.37.2

Powered by PhiloLogic