Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.36.2 Polyb. 18.36.9 (English) >>Polyb. 18.37.9

18.36.6 ἐπῄνεσε τὸν Τίτον, τοῖς δʼ ὅλοις πράγμασιν ἀγνοεῖν ἔφη καὶ παραπίπτειν αὐτόν, εἰ πέπεισται διαλύσεις ποιησάμενος πρὸς Φίλιππον Ῥωμαίοις τὴν εἰρήνην τοῖς Ἕλλησι τὴν ἐλευθερίαν βέβαιον ἀπολείψειν· οὐδέτερον γὰρ εἶναι τούτων δυνατόν, 18.36.7 ἀλλʼ εἰ βούλεται καὶ τὴν τῆς πατρίδος πρόθεσιν ἐπιτελῆ ποιεῖν καὶ τὰς ἰδίας ὑποσχέσεις, ἃς ὑπέσχηται πᾶσι τοῖς Ἕλλησι, μίαν ὑπάρχειν ἔφη διάλυσιν πρὸς Μακεδόνας τὸ Φίλιππον ἐκβάλλειν ἐκ τῆς ἀρχῆς. 18.36.8 τοῦτο δʼ εἶναι καὶ λίαν εὐχερές, ἐὰν μὴ παρῇ τὸν ἐνεστῶτα καιρόν. 18.36.9 πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς κατέπαυσε τὸν λόγον.

18.37.1

δὲ Τίτος ἀναδεξάμενος ἀστοχεῖν αὐτὸν ἔφησεν οὐ μόνον τῆς Ῥωμαίων προαιρέσεως, ἀλλὰ καὶ τῆς αὑτοῦ προθέσεως καὶ μάλιστα τοῦ τῶν Ἑλλήνων συμφέροντος. 18.37.2 οὔτε γὰρ Ῥωμαίους οὐδενὶ τὸ πρῶτον πολεμήσαντας εὐθέως ἀναστάτους ποιεῖν τούτους· 18.37.3 πίστιν δʼ ἔχειν τὸ λεγόμενον ἔκ τε τῶν κατʼ Ἀννίβαν καὶ Καρχηδονίους, ὑφʼ ὧν τὰ δεινότατα παθόντας Ῥωμαίους, καὶ μετὰ ταῦτα γενομένους κυρίους βουληθεῖεν πρᾶξαι κατʼ αὐτῶν ἁπλῶς, οὐδὲν ἀνήκεστον βουλεύσασθαι περὶ Καρχηδονίων· 18.37.4 καὶ μὴν οὐδʼ αὐτὸς οὐδέποτε ταύτην ἐσχηκέναι τὴν αἵρεσιν, ὅτι δεῖ πολεμεῖν πρὸς τὸν Φίλιππον ἀδιαλύτως· ἀλλʼ εἴπερ ἐβουλήθη ποιεῖν τὰ παρακαλούμενα πρὸ τῆς μάχης, ἑτοίμως ἂν διαλελύσθαι πρὸς αὐτόν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.36.2 Polyb. 18.36.9 (English) >>Polyb. 18.37.9

Powered by PhiloLogic