Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.36.5 Polyb. 18.37.3 (English) >>Polyb. 18.37.11

18.36.8 τοῦτο δʼ εἶναι καὶ λίαν εὐχερές, ἐὰν μὴ παρῇ τὸν ἐνεστῶτα καιρόν. 18.36.9 πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς κατέπαυσε τὸν λόγον.

18.37.1

δὲ Τίτος ἀναδεξάμενος ἀστοχεῖν αὐτὸν ἔφησεν οὐ μόνον τῆς Ῥωμαίων προαιρέσεως, ἀλλὰ καὶ τῆς αὑτοῦ προθέσεως καὶ μάλιστα τοῦ τῶν Ἑλλήνων συμφέροντος. 18.37.2 οὔτε γὰρ Ῥωμαίους οὐδενὶ τὸ πρῶτον πολεμήσαντας εὐθέως ἀναστάτους ποιεῖν τούτους· 18.37.3 πίστιν δʼ ἔχειν τὸ λεγόμενον ἔκ τε τῶν κατʼ Ἀννίβαν καὶ Καρχηδονίους, ὑφʼ ὧν τὰ δεινότατα παθόντας Ῥωμαίους, καὶ μετὰ ταῦτα γενομένους κυρίους βουληθεῖεν πρᾶξαι κατʼ αὐτῶν ἁπλῶς, οὐδὲν ἀνήκεστον βουλεύσασθαι περὶ Καρχηδονίων· 18.37.4 καὶ μὴν οὐδʼ αὐτὸς οὐδέποτε ταύτην ἐσχηκέναι τὴν αἵρεσιν, ὅτι δεῖ πολεμεῖν πρὸς τὸν Φίλιππον ἀδιαλύτως· ἀλλʼ εἴπερ ἐβουλήθη ποιεῖν τὰ παρακαλούμενα πρὸ τῆς μάχης, ἑτοίμως ἂν διαλελύσθαι πρὸς αὐτόν. 18.37.5 διὸ καὶ θαυμάζειν ἔφη πῶς μετέχοντες τότε τῶν περὶ τῆς διαλύσεως συλλόγων ἅπαντες νῦν ἀκαταλλάκτως ἔχουσιν. 18.37.6 δῆλον ὅτι νενικήκαμεν; ἀλλὰ τοῦτό γʼ ἐστὶ πάντων ἀγνωμονέστατον· 18.37.7 πολεμοῦντας γὰρ δεῖ τοὺς ἀγαθοὺς ἄνδρας βαρεῖς εἶναι καὶ θυμικούς, ἡττωμένους δὲ γενναίους καὶ μεγαλόφρονας, νικῶντάς γε μὴν μετρίους καὶ πραεῖς καὶ φιλανθρώπους. ὑμεῖς δὲ τἀναντία παρακαλεῖτε νῦν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.36.5 Polyb. 18.37.3 (English) >>Polyb. 18.37.11

Powered by PhiloLogic