Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.38.2 Polyb. 18.38.9 (English) >>Polyb. 18.39.7

18.38.6 τῶν δὲ περὶ τὸν Φαινέαν ἀγανακτούντων, καὶ λεγόντων ὅτι δέον αὐτοὺς εἴη, πρῶτον μέν, καθότι συνεπολέμησαν νῦν, κομίζεσθαι τὰς πόλεις τὰς πρότερον μεθʼ αὑτῶν συμπολιτευομένας, 18.38.7 ἔπειτα κατὰ τὴν ἐξ ἀρχῆς συμμαχίαν, καθʼ ἣν ἔδει τῶν κατὰ πόλεμον ἑλόντων τὰ μὲν ἔπιπλα Ῥωμαίων εἶναι, τὰς δὲ πόλεις Αἰτωλῶν, Τίτος ἀγνοεῖν αὐτοὺς ἔφη κατʼ ἀμφότερα. 18.38.8 τήν τε γὰρ συμμαχίαν λελύσθαι, καθʼ ὃν καιρὸν τὰς διαλύσεις ἐποιήσαντο πρὸς Φίλιππον ἐγκαταλείποντες Ῥωμαίους, εἴ τε καὶ μένειν ἔτι τὴν συμμαχίαν, 18.38.9 δεῖν αὐτοὺς κομίζεσθαι καὶ παραλαμβάνειν, οὐκ εἴ τινες ἐθελοντὴν σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν ἐνεχείρισαν, ὅπερ αἱ κατὰ Θετταλίαν πόλεις ἅπασαι πεποιήκασι νῦν, ἀλλʼ εἴ τινες κατὰ κράτος ἑάλωσαν.

18.39.1

Τοῖς μὲν οὖν ἄλλοις Τίτος ἤρεσκε ταῦτα λέγων, οἱ δʼ Αἰτωλοὶ βαρέως ἤκουον καί τις οἷον ἀρχὴ κακῶν ἐγεννᾶτο μεγάλων· 18.39.2 ἐκ γὰρ ταύτης τῆς διαφορᾶς καὶ τούτου τοῦ σπινθῆρος μετʼ ὀλίγον τε πρὸς Αἰτωλοὺς τε πρὸς Ἀντίοχον ἐξεκαύθη πόλεμος. 18.39.3 τὸ δὲ συνέχον ἦν τῆς ὁρμῆς τῆς τοῦ Τίτου πρὸς τὰς διαλύσεις, ἐπυνθάνετο τὸν Ἀντίοχον ἀπὸ Συρίας ἀνῆχθαι μετὰ δυνάμεως, ποιούμενον τὴν ὁρμὴν ἐπὶ τὴν Εὐρώπην. 18.39.4 διόπερ ἠγωνία μὴ ταύτης Φίλιππος τῆς ἐλπίδος ἀντιλαμβανόμενος ἐπὶ τὸ πολιοφυλακεῖν ὁρμήσῃ καὶ τρίβειν τὸν πόλεμον, εἶθʼ ἑτέρου παραγενηθέντος ὑπάτου τὸ κεφάλαιον τῶν πράξεων εἰς ἐκεῖνον ἀνακλασθῇ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.38.2 Polyb. 18.38.9 (English) >>Polyb. 18.39.7

Powered by PhiloLogic