Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.38.9 Polyb. 18.39.7 (English) >>Polyb. 18.41.2

18.39.5 διὸ συνεχωρήθη τῷ βασιλεῖ, καθάπερ ἠξίου, λαβόντα τετραμήνους ἀνοχὰς παραχρῆμα μὲν δοῦναι τῷ Τίτῳ τὰ διακόσια τάλαντα καὶ Δημήτριον τὸν υἱὸν εἰς ὁμηρείαν καί τινας ἑτέρους τῶν φίλων, περὶ δὲ τῶν ὅλων πέμπειν εἰς τὴν Ῥώμην καὶ διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν. 18.39.6 καὶ τότε μὲν ἐχωρίσθησαν πιστωσάμενοι περὶ τῶν ὅλων πρὸς ἀλλήλους, ἐφʼ Τίτον, ἐὰν μὴ συντελῆται τὰ κατὰ τὰς διαλύσεις, ἀποδοῦναι Φιλίππῳ τὰ διακόσια τάλαντα καὶ τοὺς ὁμήρους· 18.39.7 μετὰ δὲ ταῦτα πάντες ἔπεμπον εἰς τὴν Ῥώμην, οἱ μὲν συνεργοῦντες, οἱ δʼ ἀντιπράττοντες τῇ διαλύσει. —

18.40.1

Τί δήποτʼ ἐστὶν ὅτι τοῖς αὐτοῖς καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντες οὐ δυνάμεθα λῆξαι τῆς ἀνοίας; 18.40.2 τοῦτο γὰρ τὸ γένος τῆς ῥᾳδιουργίας πολλάκις ὑπὸ πολλῶν ἤδη γέγονε· 18.40.3 καὶ τὸ μὲν παρὰ τοῖς ἄλλοις διαχωρεῖν ἴσως οὐ θαυμαστόν, τὸ δέ, παρʼ οἷς πηγὴ τῆς τοιαύτης ὑπάρχει κακοπραγμοσύνης. 18.40.4 ἀλλʼ ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν τὸ παρʼ Ἐπιχάρμῳ καλῶς εἰρημένον

νᾶφε καὶ μέμνασʼ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν. —

Μεδίων, πόλις πρὸς τῇ Αἰτωλίᾳ. 18.40.5 Πολύβιος ὀκτωκαιδεκάτῳ.

II. Res Asiae 18.41a.1

κωλύειν δὲ τὸν Ἀντίοχον παραπλεῖν, οὐκ ἀπεχθείας χάριν, ἀλλʼ ὑφορώμενοι μὴ Φιλίππῳ συνεπισχύσας ἐμπόδιον γένηται τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.38.9 Polyb. 18.39.7 (English) >>Polyb. 18.41.2

Powered by PhiloLogic