Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.3.6 Polyb. 18.4.2 (English) >>Polyb. 18.5.1

18.3.11 ἤρετο γὰρ τὸν Φίλιππον διὰ τί Λυσιμάχειαν μετʼ Αἰτωλῶν ταττομένην καὶ στρατηγὸν ἔχουσαν παρʼ αὐτῶν ἐκβαλὼν τοῦτον κατάσχοι φρουρᾷ τὴν πόλιν· 18.3.12 διὰ τί δὲ Κιανούς, παραπλησίως μετʼ Αἰτωλῶν συμπολιτευομένους ἐξανδραποδίσαιτο, φίλος ὑπάρχων Αἰτωλοῖς· τί δὲ λέγων κατέχει νῦν Ἐχῖνον καὶ Θήβας τὰς Φθίας καὶ Φάρσαλον καὶ Λάρισαν.

18.4.1

μὲν οὖν Ἀλέξανδρος ταῦτʼ εἰπὼν ἀπεσιώπησεν. δὲ Φίλιππος ἐγγίσας τῇ γῇ μᾶλλον πρόσθεν καὶ διαναστὰς ἐπὶ τῆς νεὼς Αἰτωλικὸν ἔφη καὶ θεατρικὸν διατεθεῖσθαι τὸν Ἀλέξανδρον λόγον. 18.4.2 σαφῶς γὰρ πάντας γινώσκειν ὅτι τοὺς ἰδίους συμμάχους ἑκὼν μὲν οὐδεὶς διαφθείρει, κατὰ δὲ τὰς τῶν καιρῶν περιστάσεις πολλὰ ποιεῖν ἀναγκάζεσθαι τοὺς ἡγουμένους παρὰ τὰς ἑαυτῶν προαιρέσεις. 18.4.3 ἔτι δὲ ταῦτα λέγοντος τοῦ βασιλέως Φαινέας, ἠλαττωμένος τοῖς ὄμμασιν ἐπὶ πλεῖον, ὑπέκρουε τὸν Φίλιππον, φάσκων αὐτὸν ληρεῖν· δεῖν γὰρ μαχόμενον νικᾶν ποιεῖν τοῖς κρείττοσι τὸ προσταττόμενον. 18.4.4 δὲ Φίλιππος, καίπερ ἐν κακοῖς ὤν, ὅμως οὐκ ἀπέσχετο τοῦ καθʼ αὑτὸν ἰδιώματος, ἀλλʼ ἐπιστραφείς Τοῦτο μὲν ἔφησεν Φαινέα, καὶ τυφλῷ δῆλον. ἦν γὰρ εὔθικτος καὶ πρὸς τοῦτο τὸ μέρος εὖ πεφυκὼς πρὸς τὸ διαχλευάζειν ἀνθρώπους. 18.4.5 αὖθις δὲ πρὸς τὸν Ἀλέξανδρον ἐπιστρέψας Ἐρωτᾷς με φησὶν Ἀλέξανδρε, διὰ τί Λυσιμάχειαν προσέλαβον;



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.3.6 Polyb. 18.4.2 (English) >>Polyb. 18.5.1

Powered by PhiloLogic