Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.43.4 Polyb. 18.43.12 (English) >>Polyb. 18.44.6

18.43.8 συμμίξαντες δὲ τῷ προειρημένῳ πολλοὺς καὶ ποικίλους εἰς τοῦτο τὸ μέρος διετίθεντο λόγους, ὑποδεικνύντες τὴν ὁρμὴν τοῦ πλήθους τὴν οὖσαν ἤδη νῦν καθʼ αὑτῶν καὶ τὴν ἀχαριστίαν τῶν ὄχλων. 18.43.9 καὶ τέλος ἐθάρρησαν εἰπεῖν ὡς, ἐὰν μὴ τὸν Βραχύλλην ἐπανελόμενοι καταπλήξωνται τοὺς πολλούς, οὐκ ἔστιν ἀσφάλεια τοῖς Ῥωμαίων φίλοις χωρισθέντων τῶν στρατοπέδων. 18.43.10 δὲ Τίτος ταῦτα διακούσας αὐτὸς μὲν οὐκ ἔφη κοινωνεῖν τῆς πράξεως ταύτης, τοὺς δὲ βουλομένους πράττειν οὐ κωλύειν· 18.43.11 καθόλου δὲ λαλεῖν αὐτοὺς ἐκέλευε περὶ τούτων Ἀλεξαμενῷ τῷ τῶν Αἰτωλῶν στρατηγῷ. 18.43.12 τῶν δὲ περὶ τὸν Ζεύξιππον πειθαρχησάντων καὶ διαλεγομένων, ταχέως προειρημένος πεισθεὶς καὶ συγκαταθέμενος τοῖς λεγομένοις τρεῖς μὲν τῶν Αἰτωλικῶν συνέστησε, τρεῖς δὲ τῶν Ἰταλικῶν νεανίσκων τοὺς προσοίσοντας τὰς χεῖρας τῷ Βραχύλλῃ. — 18.43.13

Οὐδεὶς γὰρ οὕτως οὔτε μάρτυς ἐστι φοβερὸς οὔτε κατήγορος δεινὸς ὡς σύνεσις κατοικοῦσʼ ἐν ταῖς ἑκάστων ψυχαῖς. —

18.44.1

Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα, διʼ ὧν ἔμελλε χειρίζεσθαι τὰ κατὰ τοὺς Ἕλληνας, κομίζοντες τὸ τῆς συγκλήτου δόγμα τὸ περὶ τῆς πρὸς Φίλιππον εἰρήνης. 18.44.2 ἦν δὲ τὰ συνέχοντα τοῦ δόγματος ταῦτα, τοὺς μὲν ἄλλους Ἕλληνας πάντας, τούς τε κατὰ τὴν Ἀσίαν καὶ κατὰ τὴν Εὐρώπην, ἐλευθέρους ὑπάρχειν καὶ νόμοις χρῆσθαι τοῖς ἰδίοις·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 18.43.4 Polyb. 18.43.12 (English) >>Polyb. 18.44.6

Powered by PhiloLogic